Homer, Iliad (XML Header) [genre: poetry; hexameter] [word count] [Hom. Il.].
<<Hom. Il. 2.315 Hom. Il. 2.345 (English English(2)) >>Hom. Il. 2.375

2.335μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
πόποι δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
2.340ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν
σπονδαί τ’ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
αὔτως γὰρ ἐπέεσσ’ ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ’ ἐόντες.
Ἀτρεΐδη σὺ δ’ ἔθ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
2.345ἄρχευ’ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
τούσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
νόσφιν βουλεύωσ’· ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν·
πρὶν Ἄργοσδ’ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
2.350φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνων.
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκονδε νέεσθαι
2.355πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
τίσασθαι δ’ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκονδε νέεσθαι
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
2.360ἀλλὰ ἄναξ αὐτός τ’ εὖ μήδεο πείθεό τ’ ἄλλῳ·
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
κρῖν’ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,


Homer, Iliad (XML Header) [genre: poetry; hexameter] [word count] [Hom. Il.].
<<Hom. Il. 2.315 Hom. Il. 2.345 (English English(2)) >>Hom. Il. 2.375

Powered by PhiloLogic