Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 9.2.5 Str. 9.2.7 (English English(2)) >>Str. 9.2.10

9.2.6ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῇ Ἀττικῇ. ἀρχὴ δ’ Ὠρωπὸς καὶ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθ’ ὃν παλαιὰ Ἐρέτρια ἐν τῇ Εὐβοίᾳ, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων. μετὰ δὲ τὸ Δελφίνιον Ὠρωπὸς ἐν εἴκοσι σταδίοις· κατὰ δὲ τοῦτόν ἐστιν νῦν Ἐρέτρια, διάπλους δ’ ἐπ’ αὐτὴν στάδιοι τετταράκοντα.

9.2.7εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον· ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφ’ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο φυγή.

9.2.8εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθ’ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων· λιμὴν δ’ ἐστὶ πεντήκοντα πλοίοις, ὥστ’ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. καὶ Εὔριπος δ’ ἐστὶ πλησίον Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· ἔστι δ’ ἐπ’ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δ’ ἑκατέρωθεν ἐφέστηκεν μὲν ἐκ τῆς Χαλκίδος δ’ ἐκ τῆς Βοιωτίας· διῳκοδόμηται δ’ εἰς αὐτοὺς σῦριγξ. περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθ’ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δ’ αἰτίαν ἐν ἄλλοις σκεπτέον.



Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 9.2.5 Str. 9.2.7 (English English(2)) >>Str. 9.2.10

Powered by PhiloLogic