Homer, Iliad (XML Header) [genre: poetry; hexameter] [word count] [Hom. Il.].
<<Hom. Il. 9.390 Hom. Il. 9.415 (English English(2)) >>Hom. Il. 9.440

9.405Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
οὔθ’ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
9.410μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλοσδε.
εἰ μέν κ’ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
εἰ δέ κεν οἴκαδ’ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
9.415ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
ἔσσεται, οὐδέ κέ μ’ ὦκα τέλος θανάτοιο κιχείη.
καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
οἴκαδ’ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
9.420χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
ἀλλ’ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
ὄφρ’ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
9.425νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ’ ἑτοίμη
ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
Φοῖνιξ δ’ αὖθι παρ’ ἄμμι μένων κατακοιμηθήτω,
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται
αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ’ οὔ τί μιν ἄξω.


Homer, Iliad (XML Header) [genre: poetry; hexameter] [word count] [Hom. Il.].
<<Hom. Il. 9.390 Hom. Il. 9.415 (English English(2)) >>Hom. Il. 9.440

Powered by PhiloLogic