Epictetus, Discourses (XML Header) [genre: prose] [word count] [Epict. Disc.].
<<Epict. Disc. 1.15 Epict. Disc. 1.16 (EnglishEnglish) >>Epict. Disc. 1.17

1.16 Περὶ προνοίας.

Μὴ θαυμάζετ’ εἰ τοῖς μὲν ἄλλοις ζῴοις τὰ πρὸς τὸ σῶμα ἕτοιμα γέγονεν, οὐ μόνον τροφαὶ καὶ πόμα, ἀλλὰ καὶ κοίτη καὶ τὸ μὴ δεῖσθαι ὑποδημάτων, μὴ ὑποστρωμάτων, μὴ ἐσθῆτος, ἡμεῖς δὲ πάντων τούτων προσδεόμεθα. τὰ γὰρ οὐκ αὐτῶν ἕνεκα, ἀλλὰ πρὸς ὑπηρεσίαν γεγονότα οὐκ ἐλυσιτέλει προσδεόμενα ἄλλων πεποιηκέναι. ἐπεὶ ὅρα οἷον ἦν ἡμᾶς φροντίζειν μὴ περὶ αὑτῶν μόνον ἀλλὰ καὶ περὶ τῶν προβάτων καὶ τῶν ὄνων, πῶς ἐνδύσηται καὶ πῶς ὑποδήσηται, πῶς φάγῃ, πῶς πίῃ. ἀλλ’ ὥσπερ οἱ στρατιῶται ἕτοιμοί εἰσι τῷ στρατηγῷ ὑποδεδεμένοι ἐνδεδυμένοι ὡπλισμένοι, εἰ δ’ ἔδει περιερχόμενον τὸν χιλίαρχον ὑποδεῖν ἐνδύειν τοὺς χιλίους, δεινὸν ἂν ἦν, οὕτω καὶ φύσις πεποίηκε τὰ πρὸς ὑπηρεσίαν γεγονότα ἕτοιμα παρεσκευασμένα μηδεμιᾶς ἐπιμελείας ἔτι προσδεόμενα. οὕτως ἓν παιδίον μικρὸν καὶ ῥάβδῳ ἐλαύνει τὰ πρόβατα. νῦν δ’ ἡμεῖς ἀφέντες ἐπὶ τούτοις εὐχαριστεῖν, ὅτι μὴ καὶ αὐτῶν τὴν ἴσην ἐπιμέλειαν ἐπιμελούμεθα, ἐφ’ αὑτοῖς ἐγκαλοῦμεν τῷ θεῷ. καίτοι νὴ τὸν Δία καὶ τοὺς θεοὺς ἓν τῶν γεγονότων ἀπήρκει πρὸς τὸ αἰσθέσθαι τῆς προνοίας τῷ γε αἰδήμονι καὶ εὐχαρίστῳ. καὶ μή μοι νῦν τὰ μεγάλα· αὐτὸ τοῦτο τὸ ἐκ πτόας γάλα γεννᾶσθαι καὶ ἐκ γάλακτος τυρὸν καὶ ἐκ δέρματος ἔρια τίς ἐστιν πεποιηκὼς ταῦτα ἐπινενοηκώς; οὐδὲ εἷς φησίν. μεγάλης ἀναισθησίας καὶ ἀναισχυντίας.

Ἄγε ἀφῶμεν τὰ ἔργα τῆς φύσεως, τὰ πάρεργα αὐτῆς θεασώμεθα. μή τι ἀχρηστότερον τριχῶν τῶν ἐπὶ γενείου; τί οὖν; οὐ συνεχρήσατο καὶ ταύταις ὡς μάλιστα πρεπόντως ἐδύνατο; οὐ διέκρινεν δι’ αὐτῶν τὸ ἄρρεν καὶ τὸ θῆλυ; οὐκ εὐθὺς μακρόθεν κέκραγεν ἡμῶν ἑκάστου φύσις ἀνήρ εἰμι· οὕτω μοι προσέρχου, οὕτω μοι λάλει, ἄλλο μηδὲν ζήτει· ἰδοὺ τὰ σύμβολα 3; πάλιν ἐπὶ τῶν γυναικῶν ὥσπερ ἐν φωνῇ τι ἐγκατέμιξεν ἁπαλώτερον, οὕτως καὶ τὰς τρίχας ἀφεῖλεν. οὔ· ἀλλ’ ἀδιάκριτον ἔδει τὸ ζῷον ἀπολειφθῆναι καὶ κηρύσσειν ἕκαστον ἡμῶν ὅτι 3ἀνήρ εἰμι. πῶς δὲ καλὸν τὸ σύμβολον καὶ εὐπρεπὲς καὶ σεμνόν, πόσῳ κάλλιον τοῦ τῶν ἀλεκτρυόνων λόφου, πόσῳ μεγαλοπρεπέστερον τῆς χαίτης τῶν λεόντων. διὰ τοῦτο ἔδει σῴζειν τὰ σύμβολα τοῦ θεοῦ, ἔδει αὐτὰ μὴ καταπροίεσθαι, μὴ συγχεῖν ὅσον ἐφ’ ἑαυτοῖς τὰ γένη τὰ διῃρημένα.

Ταῦτα μόνα ἐστὶν ἔργα ἐφ’ ἡμῶν τῆς προνοίας; καὶ τίς ἐξαρκεῖ λόγος ὁμοίως αὐτὰ ἐπαινέσαι παραστῆσαι; εἰ γὰρ νοῦν εἴχομεν, ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν καὶ κοινῇ καὶ ἰδίᾳ ὑμνεῖν τὸ θεῖον καὶ εὐφημεῖν καὶ ἐπεξέρχεσθαι τὰς χάριτας; οὐκ ἔδει καὶ σκάπτοντας καὶ ἀροῦντας καὶ ἐσθίοντας ᾄδειν τὸν ὕμνον τὸν εἰς τὸν θεόν; μέγας θεὸς, ὅτι ἡμῖν παρέσχεν ὄργανα ταῦτα δι’ ὧν τὴν γῆν ἐργασόμεθα· μέγας θεός, ὅτι χεῖρας δέδωκεν, ὅτι κατάποσιν, ὅτι κοιλίαν, ὅτι αὔξεσθαι λεληθότως, ὅτι καθεύδοντας ἀναπνεῖν. ταῦτα ἐφ’ ἑκάστου ἐφυμνεῖν ἔδει καὶ τὸν μέγιστον καὶ θειότατον ὕμνον ἐφυμνεῖν, ὅτι τὴν δύναμιν ἔδωκεν τὴν παρακολουθητικὴν τούτοις καὶ ὁδῷ χρηστικήν. τί οὖν; ἐπεὶ οἱ πολλοὶ ἀποτετύφλωσθε, οὐκ ἔδει τινὰ εἶναι τὸν ταύτην ἐκπληροῦντα τὴν χώραν καὶ ὑπὲρ πάντων ᾄδοντα τὸν ὕμνον τὸν εἰς τὸν θεόν; τί γὰρ ἄλλο δύναμαι γέρων χωλὸς εἰ μὴ ὑμνεῖν τὸν θεόν; εἰ γοῦν ἀηδὼν ἤμην, ἐποίουν τὰ τῆς ἀηδόνος, εἰ κύκνος, τὰ τοῦ κύκνου. νῦν δὲ λογικός εἰμι· ὑμνεῖν με δεῖ τὸν θεόν. τοῦτό μου τὸ ἔργον ἐστίν, ποιῶ αὐτὸ οὐδ’ ἐγκαταλείψω τὴν τάξιν ταύτην, ἐφ’ ὅσον ἂν διδῶται, καὶ ὑμᾶς ἐπὶ τὴν αὐτὴν ταύτην ᾠδὴν παρακαλῶ.



Epictetus, Discourses (XML Header) [genre: prose] [word count] [Epict. Disc.].
<<Epict. Disc. 1.15 Epict. Disc. 1.16 (EnglishEnglish) >>Epict. Disc. 1.17

Powered by PhiloLogic