Aretaeus, Causes and Symptoms of Chronic Diseases (XML Header) [genre: prose; science; medicine] [word count] [Aret. SC].
<<Aret. SC 1.4 Aret. SC 1.6 (English) >>Aret. SC 1.8

1.5

Κεφ. ε’. Περὶ Μελαγχολίης.

Μέλαιναχολὴ, ἐν μὲν ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον· κάτω δὲ ἐξιοῦσα οὐ κάρτα ἀνώλεθρον· ἐν δὲ τοῖσι χρονίοισι, ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ ἥπατος πόνον τελευτᾷ· γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ ἄλλα ἀνώλεθροι ἔωσι· ἢν δὲ ἄνω ῥέπῃ ἐς στόμαχον, ἐς φρένας,

-- --

μελαγχολίην τεύχει. φῦσάν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰς κακώδεας, ἰχθυώδεας· διαπέμπει δὲ καὶ κάτω φύσας ψοφώδεας, συντρέπει δὲ καὶ τὴν γνώμην. διὰ τόδε καὶ μελαγχολικοὺς καὶ φυσώδεας τούσδε ἐκίκλησκον οἱ πρόσθεν· μετεξετέροισι δὲ οὔτε φῦσα οὔτε μέλαινα χολὴ ἐγγίγνεται , ὀργὴ δὲ ἄκρητος καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούσδε οὖν μελαγχολικοὺς καλέομεν, χολῇ μὲν τῆς ὀργῆς συμφραζομένης· μελαίνῃ δὲ, πολλῆς καὶ θηριώδεος· τέκμαρ δὲ Ὅμηρος, ἔνθα φησὶ,

Τοῖσι δ’ ἀνέστη Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων Ἀχνύμενος· μενεος δὲ μέγα φρένες ἀμφὶ μελαιναι Πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.

τοιοίδε γιγνονται οἱ μελαγχολώδεες, εὖτ’ ἂν ὑπὸ τοῦ κακοῦ κτεινέωνται.

Ἔστι δὲ ἀθυμίη ἐπὶ μιῇ φαντασίῃ, ἄνευ τε πυρετοῦ· δοκέει τε δέ μοι μανίης τε ἔμμεναι ἀρχὴ καὶ μέρος μελαγχολίη . τοῖσι μὲν γὰρ μαινομένοισι ἄλλοτε μὲν ἐς ὀργὴν, ἄλλοτε δ’ ἐς θυμηδίην γνώμη τρέπεται, τοῖσι δὲ μελαγχολῶσι ἐς λύπην καὶ ἀθυμίην μοῦνον. [Note] ἀτὰρ καὶ μαίνονται μὲν ἐς τὰ πλεῖστα τοῦ βίου, ἀφρονέοντες καὶ δεινὰ καὶ αἰσχρὰ πρήσσοντες· μελαγχολῶσι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαστοι· ἀλλ’ πρὸς φαρμακίην ὕποπτοι, ἐς ἐρημίην φεύγουσι μισανθρωπίῃ, ἐς δεισιδαιμονίην τρέπονται, μῖσός ἐστι τοῦ ζῆν τουτέοισι. ἢν δὲ ἐξ ἀθυμίης ἄλλοτε καὶ ἄλλοτε διάχυσις γένηται, ἡδονὴ προσγίγνεται ἐπὶ τοῖσι πλείστοισι· οἱ δὲ μαίνονται.

Ὅκως δὲ, καὶ ἀπὸ κοίων χωρίων τὰ πολλὰ γίγνονται φράσω. ἢν μὲν ἐν τοῖσι ὑποχονδρίοισι μίμνῃ αἰτίη, ἀμφὶ τὰς φρένας εἱλέεται, καὶ διεξίει χολὴ ἄνωθεν, κάτωθεν μελαγχο λῶσιν·

-- --

ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην ἄγῃ, καὶ ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα καὶ ἡδονὴν ἐς τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται αὔξῃ τῆς νούσου μᾶλλον ἀλλαγῇ πάθεος.

Ἐπ’ ἀμφοῖν δὲ ξηρότης αἰτίη. ἄνδρες μὲν οὖν μαίνονται καὶ μελαγχολῶσι, καὶ ἀνδρῶν ἐλάσσους· κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκες ἐκμαίνονται· ἡλικίη, πρὸς ἀκμὴν, καὶ οἱ ἀκμάζοντες· ὥρη θέρος μὲν καὶ φθινόπωρον τίκτει, ἔαρ δὲ κρίνει.

Τεκμήρια μὲν οὖν οὐκ ἄσημα. γὰρ ἥσυχοι, στυγνοὶ, κατηφέες, νωθροὶ ἔασι ἀλόγως, οὔ τινι ἐπ’ αἰτίῃ, μελαγχολίης ἀρχή. ἔτι δὲ καὶ ὀργίλοι προσγίγνονται, δύσθυμοι, ἄγρυπνοι, ἐκ τῶν ὕπνων ἐκθορυβούμενοι.

Ἔχει δὲ αὐτέους καὶ τάρβος ἔκτοπον, ἢν ἐς αὔξησιν τὸ νόσημα φοιτῇ, εὖτε καὶ ὄνειροι ἀληθέες, δειματώδεες, ἐναργέες. ὁκόσα γὰρ ὑπὰρ ἐκτρέπονται ὁποίου ὦν κακοῦ, τάδε ἐνύπνιον ὁρέουσι ὥρμησε· [Note] πρὸς τὸ ῥηΐδιον μεταγνῶναι εὔκολοι, αἰσχροὶ, σμικρολόγοι, ἄδωροι, καὶ μετ’ οὐ πολὺ ἁπλοῖ, ἄσωτοι, πολύδωροι, οὐκ ἀρετῇ ψυχῆς, ἀλλὰ ποικιλίῃ νοσήματος· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, μῖσος, φυγανθρωπίη, ὀλόφυρσοι ἐς κενεὰ, ζωῆς κακήγοροι· ἔρανται δὲ θανάτου. πολλοῖσι δὲ ἐς ἀναισθησίην καὶ μώρωσιν γνώμη ῥέπει, ὄκως ἀγνῶτες ἁπάντων, ἐπιλήσμονες ἑωυτέων, βίον ζώωσι ζωώδεα· ξυντρέπεται δὲ καὶ τοῦ σκήνεος ἐς πονηρὸν ἕξις· χροιὴ μελάγχλωρος, ἢν μὴ διεξίῃ κάτω χολὴ, ἀλλὰ ἀναχέηται ξὺν τῷ αἵματι ἐς τὸ πᾶν· βοροὶ μὲν, ἰσχνοὶ δέ· ὕπνος γὰρ αὐτέοισι τε πόσει οὔτε βρωτῷ συγκρατέει τὰ μέλεα· ἀγρυπνίη δὲ σκίδνησι ἐς τὴν ἔξω φορήν· τοιγαρο ῦν κοιλίη ξηρὴ οὐδὲν διεῖσα. ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ, στρογγύλα, ξὺν περιρρόῳ μέλανι, χολώδεα, οὖρα σμικρὰ, δριμέα,

-- --

χολόβαφα· φυσώδεες καθ’ ὑποχόνδριον, ἐρυγαὶ κακώδεες, βρωμώδεες, ὡς ἐξ ἁλὸς ὀρυγμίη· ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. σφυγμοὶ ὡς ἐπίπαν σμικροὶ, νωθροὶ, ἀδρανέες, πυκνοὶ, ἴκελοι τῷ ψύχεϊ.

Λόγος ὅτι τῶν τοιῶνδέ τις ἀνηκέστως ἔχων, κούρης ἤρα τε καὶ τῶν ἰητρῶν οὐδὲν ὠφελούν των , ἔρως μιν ἰήσατο· δοκέω δ’ ἔγωγε ἐρᾶν μὲν αὐτὸν ἀρχῆθεν, κατηφέα δὲ καὶ δύσθυμον ὑπ’ ἀτυχίης τῆς κούρης ἔμμεναι, καὶ μελαγχολικὸν δοκέειν τοῖσι δημότῃσιν· οὗτος οὔτε μὴν ἦν ἔρωτα ἐγγιγνώσκων· ἐπεὶ δὲ τὴν ἔρωτα ξυνῆψε τῇ κούρῃ, παύεται τῆς κατηφείης, καὶ διασκίδνησι ὀργήν τε καὶ λύπην, χάρμῃ δὲ ἐξένηψε τῆς δυσθυμίης· καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ.

1.6

Κεφ. ς’. Περὶ Μανίης.

Μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς· ἔκστασις γάρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλ’ ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα , μανδραγόρη , ὑοσκύαμος, ἀλλ’ οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίστα ται θᾶττον· τὸ δὲ ἔμπεδον μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον λήρησις, γήραος ξυμφορή. αἰσθήσιος γάρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος· [Note] μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδες τῇσι πρήξεσι· μὲν γὰρ λήρησις ἀρχομένη ἀπὸ γήραος οὔτε διαλείπει, καὶ

-- --

ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομένου τοῦ κακοῦ ἰητρείῃ, τῆς ὥρης εὐκρασίῃ. [Note] μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ὥρη τὸ ἔαρ, ἁμαρτωλὴ διαίτης, ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε.

Καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι, ὀξύθυμοι, ῥέκται, εὐμαρέες, ἱλαροὶ, παιδιώδεες· ἀτὰρ καὶ οἷσι ἐς ἐναντίην ἰδέην φύσις ῥέπει, ὁκόσοι νωθροὶ, ἐπίλυποι, βραδεῖς μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προσκαμεῖν, ποτὶ καὶ μαθόντες, ἀμνήμονες, οἵδε καὶ μελαγχολῆσαι ἑτοιμότεροι, οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται. ἀτὰρ καὶ ἡλικίῃσι, οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ, οἵδε μαίνονται. τοῖσι ἀμφὶ ἥβην καὶ νέοισι καὶ οἷσι πάντων ἀκμή· ὁκόσοισι δὲ τὸ θερμὸν ἐκ μελαίνης χολῆς ἐξάπτεται, τό τε εἶδος ἐς ξηρὸν τρέπεται, τουτέοισι μελαγχολῆσαι ῥήϊστον· δίαιτα δὲ ἄγει, πουλυφαγίη, πλησμονὴ ἄμετρος, μέθη, λαγνείη, ἔρωτες ἀφροδισίων· ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ σκήνεος, εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι· ἄλλαι δὲ, οὐ μᾶλλον δὲ ῥηϊδίως ἐκμαίνονται· μάλα δὲ χαλεπῶς ἐκμαίνονται. αἵδε αἱ προφάσιες. καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, χολῆς, ἱδρῶτος ἐπίσχῃ τις αἰτίη.

Καὶ οἷσι μὲν ἡδονὴ μανίη, γελῶσι, παίζουσι, ὀρχεῦνται νυκτὸς καὶ ἡμέρης, καὶ ἐς ἀγορὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ ὅκως ἐξ ἀγωνίης νικηφόροι ἔασιν· ἄλυπος τοῖσι πέλας ἰδέη· μετεξέτεροι δὲ ὑπὸ ὀργῆς ἐκμαίνονται. ἔσθ’ ὅτε ἐσθῆτάς τε ἐρρήξαντο, καὶ θεράποντας ἀπέκτειναν, καὶ ἑωυτέοισι χεῖρας ἐπήνεγκαν· ἥδε καὶ τοῖς πέλας οὐκ ἀκίνδυνος ξυμφορή· ἰδέαι δὲ μυρίαι, τοῖσι μέν γε εὐφυέσι τε καὶ

-- --

εὐμαθέσι ἀστρονομίη ἀδίδακτος, [Note] φιλοσοφίη αὐτομάτη, ποίησις δῆθεν ἀπὸ μουσέων. ἴσχει γάρ τι καὶ ἐν νούσοισι εὔχρηστον εὐπαιδευσίη· τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, λιθοξόοι· γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντασίαι. ἐδεδίει γάρ τις ληκύθων ἔκπτωσιν ......... καὶ ἄλλος οὐκ ἔπινε, δοκέων ἑωυτὸν πλίνθον ἔμμεναι, ὡς μὴ τῷ ὑγρῷ λυθείη.

Μυθολογέεται δὲ καὶ τόδε· τέκτων ἤδη ἐπὶ οἴκου μὲν σαόφρων ἐργάτης ἦν, μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι δόμον νηφαλέως, τοῖσι ἐργοδότῃσι ὁμιλῆσαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μισθοῦ δικαίου. δὲ ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμης· ἢν δὲ ἐξίῃ κοτὲ ἐς ἀγορὴν, ἐπὶ λουτρὸν, τιν’ ἑτέρην ἀνάγκην, τιθεὶς τὰ ὅπλα πρῶτον ἔστενεν, εἶτα ἐπῆγεν ὤμω ἐξιών· ἐπὴν δὲ ἀπῆλθε τῆς τε τῶν οἰκετῶν θέης καὶ τῆς τοῦ ἔργου πρήξιος καὶ τοῦ χωρίου, πάμπαν ἐξεμαίνετο· κἢν παλινδρομήσῃ ταχὺ, αὖθις ἐσωφρόνεε. καὶ ἥδε τοῦ χωρίου καὶ τῆς γνώμης ξυμβολή.

Ἴσχουσι δὲ τὴν αἰτίην τοῦ νοσήματος κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοισι ξυντιμωροῦντα· τὸ δὲ κῦρος ἐν τοῖσι σπλάγχνοισί ἐστι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ , ὅκωσπερ ἐν τῇ κεφαλῇ καὶ τοῖσι αἰσθήσεσι τὰ πολλὰ τοῖσι φρενιτικοῖσι. οἵδε μὲν γὰρ παραισθάνονται, καὶ τὰ μὴ παρεόντα ὁρέουσι δῆθεν ὡς παρεόντα, καὶ τὰ μὴ φαινόμενα ἄλλῳ κατ’ ὄψιν ἰνδάλλεται·

-- --

οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς χρὴ ὁρῆν· οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν .

Ἢν οὖν μέγα τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι , ὀργίλοι, οὐκ ἐπ’ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν μανίη τρέπεται· οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι· ἀλλ’ οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι· εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπ’ ἐνίοισι γὰρ ἔασι δὴ ἦχοιὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν· ἢν ἐς αὔξησιν νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουσι γάρ· ἀγρυπνίη δὲ βορόν· ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς νοσέοντες· μελαγχολών των μᾶλλον εὐσαρκίη· [Note] καὶ ὕπωχροι. ἢν δέ τι τῶν σπλάγχνων ἐν φλεγμασίῃ γεγονὸς, τὴν ὄρεξιν τὴν θρέψιν ἀμβλύνει· ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες· πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα, μέλανα, οἷσιν ἐς μελαγχολίην τροπή· ἐρυθρότερα δὲ οἷσιν ἐς μανίην, καὶ φοινίκεα φαντάσματα , πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς, καὶ τάρβος αὐτέους ὡς ἀπὸ σκηπτοῦ λαμβάνει· μετεξετέροισι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθαλμοί.

Ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι· ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ὄκνος ὁμιλίης· νουθεσίῃ δὲ καὶ ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάμπαν ἐκμαίνονται. τοὐντεῦ θεν ἄλλος ἄλλῃ μαίνεται· οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι· οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται· ἄλλοι δ’ αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην, σφίσι αὐτέοισι ὁμιλέοντες .

Εἰ δὲ ἐπ’ ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ, ἥσυχοι, ἐπίλυποι.

-- --

ἐς ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι, ἄχθονται τῇ ξυμφορῇ.

Μανίης εἶδος ἕτερον.

Τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι, χαριζόμενοι εὐσεβεῖ φαντασίῃ· καὶ ἔστι τῆς ὑπολήψιος μανίη μοῦνον, τὰ δὲ ἄλλα σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, μέθῃ, τῶν παρεόντων προτροπῇ. ἔνθεος ἥδε μανίη· κἢν ἀπομανῶσι, εὔθυμοι, ἀκηδέες, ὡς τελεσθέντες τῷ θεῷ, ἄχροοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις τῶν τρωμάτων.



Aretaeus, Causes and Symptoms of Chronic Diseases (XML Header) [genre: prose; science; medicine] [word count] [Aret. SC].
<<Aret. SC 1.4 Aret. SC 1.6 (English) >>Aret. SC 1.8

Powered by PhiloLogic