Apollonius Rhodius, Argonautica (XML Header) [genre: poetry; hexameter] [word count] [Ap. Rhod.].
<<Ap. Rhod. 2.555 Ap. Rhod. 2.585 (English) >>Ap. Rhod. 2.615

2.575ἄνδιχα. τοὺς δ’ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ
πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
εἴσω πετράων. τότε δ’ αἰνότατον δέος εἷλεν
πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
ἤδη δ’ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
2.580καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν
κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ’ ἐσιδόντες
ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
ἀλλά μιν ἔφθη Τῖφυς ὑπ’ εἰρεσίῃ βαρύθουσαν
2.585ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,
ἐκ δ’ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
Εὔφημος δ’ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δ’ ἀλαλητῷ
2.590κόπτον ὕδωρ. ὅσσον δ’ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν,
δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι
ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
ἔνθεν δ’ αὐτίκ’ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,
δ’ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ
2.595προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ’ ἄρα μέσσαις
Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δ’ ἑκάτερθεν
σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα.
καὶ τότ’ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης
σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.
2.600 δ’ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ’ ὀιστῷ.
ἔμπης δ’ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
Οὔλυμπόνδ’ ἀνόρουσεν, ὅτ’ ἀσκηθεῖς ὑπάλυξαν.
πέτραι δ’ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν


Apollonius Rhodius, Argonautica (XML Header) [genre: poetry; hexameter] [word count] [Ap. Rhod.].
<<Ap. Rhod. 2.555 Ap. Rhod. 2.585 (English) >>Ap. Rhod. 2.615

Powered by PhiloLogic