Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 9.2.13 Str. 9.2.15 (English English(2)) >>Str. 9.2.17

9.2.14πλησίον δ’ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν. οἴονται δέ τινες δεῖν γράφεινἾσόν τε ζαθέην Ἀνθηδόνα τ’ ἐσχατόωσανἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦΝῖσάν τε ζαθέην.” γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν . . . εἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν· ἦν γὰρ . . . Μεγαρικῇ. ἐκεῖθεν ἀπῳκισμένη πρόςχωρος τοῦ Κιθαιρῶνος, ἐκλέλειπται δὲ νῦν. τινὲς δὲ γράφουσιΚρεῦσάν τεζαθέην,” τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον· ἄλλοι δὲΦαράς τε ζαθέας.” ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. γράφουσι δὲ καὶ τοῦτοΝῦσάν τε ζαθέην.” κώμη δ’ ἐστὶ τοῦ Ἑλικῶνος Νῦσα. μὲν οὖν παραλία τοιαύτη τις πρὸς Εὔβοιαν.

9.2.15τὰ δ’ ἑξῆς ἐν τῇ μεσογαίᾳ πεδία ἐστὶ κοῖλα πάντοθεν ἐκ τῶν ἄλλων μερῶν ὄρεσι περιεχόμενα, τοῖς Ἀττικοῖς μὲν πρὸς νότου, πρὸς ἄρκτου δὲ τοῖς Φωκικοῖς· ἀπὸ δὲ τῆς ἑσπέρας Κιθαιρὼν λοξὸς ἐμπίπτει μικρὸν ὑπὲρ τῆς Κρισαίας θαλάττης, ἔχων τὴν ἀρχὴν συνεχῆ τοῖς Μεγαρικοῖς καὶ τοῖς Ἀττικοῖς ὄρεσιν, εἶτ’ ἐπιστρέφων εἰς τὰ πεδία, παυόμενος δὲ περὶ τὴν Θηβαίαν.



Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 9.2.13 Str. 9.2.15 (English English(2)) >>Str. 9.2.17

Powered by PhiloLogic