Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 7.3.6 Str. 7.3.8 (English English(2)) >>Str. 7.3.10

7.3.7νυνὶ δὲ περὶ Θρᾳκῶν ἐλέγομεν Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν,
γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,
[Note] βουλόμενοι συγκρῖναι τά τε ὑφ’ ἡμῶν καὶ τὰ ὑπὸ Ποσειδωνίου λεχθέντα καὶ τὰ ὑπὸ τούτων· πρότερον δ’ ὅτι τὴν ἐπιχείρησιν ὑπεναντίαν τοῖς προτεθεῖσι πεποίηνται. προὔθεντο μὲν γὰρ διδάξαι διότι τῶν πόρρω τῆς Ἑλλάδος πλείων ἦν ἄγνοια τοῖς πρεσβυτέροις τοῖς νεωτέροις, ἔδειξαν δὲ τἀναντία, καὶ οὐ κατὰ τὰ πόρρω μόνον ἀλλὰ καὶ τὰ ἐν αὐτῇ τῇ Ἑλλάδι. ἀλλ’, ὡς ἔφην, τὰ ἄλλα μὲν ὑπερκείσθω, τὰ δὲ νῦν σκοπῶμεν. Σκυθῶν μὲν γὰρ μὴ μεμνῆσθαι κατ’ ἄγνοιάν φασι, μηδὲ τῆς περὶ τοὺς ξένους ὠμότητος αὐτῶν, καταθυόντων καὶ σαρκοφαγούντων καὶ τοῖς κρανίοις ἐκπώμασι χρωμένων, δι’ οὓς Ἄξενος ὠνομάζετο πόντος, πλάττειν δ’ ἀγαυούς τινας ἱππημολγοὺς γαλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους, τοὺς οὐδαμοῦ γῆς ὄντας. πῶς οὖν Ἄξενον ὠνόμαζον, εἰ μὴ ᾔδεισαν τὴν ἀγριότητα, μηδ’ αὐτοὺς τοὺς μάλιστα τοιούτους; οὗτοι δ’ εἰσὶ δήπου οἱ Σκύθαι. πότερον δ’ οὐδ’ ἱππημολγοὶ ἦσαν οἱ ἐπέκεινα τῶν Μυσῶν καὶ Θρᾳκῶν καὶ Γετῶν, οὐδὲ γαλακτοφάγοι καὶ ἄβιοι; ἀλλὰ καὶ νῦν εἰσιν ἁμάξοικοι καὶ νομάδες καλούμενοι, ζῶντες ἀπὸ θρεμμάτων καὶ γάλακτος καὶ τυροῦ καὶ μάλιστα ἱππείου, θησαυρισμὸν δ’ οὐκ εἰδότες οὐδὲ καπηλείαν πλὴν εἰ φόρτον ἀντὶ φόρτου. πῶς οὖν ἠγνόει τοὺς Σκύθας ποιητής, ἱππημολγοὺς καὶ γαλακτοφάγους τινὰς προσαγορεύων; ὅτι γὰρ οἱ τότε τούτους ἱππημολγοὺς ἐκάλουν, καὶ Ἡσίοδος μάρτυς ἐν τοῖς ὑπ’ Ἐρατοσθένους παρατεθεῖσιν ἔπεσιν Αἰθίοπας τε Λίγυς τε ἰδὲ Σκύθας ἱππημολγούς.
[Note] τί δὲ θαυμαστόν, εἰ διὰ τὸ πλεονάζειν παρ’ ἡμῖν τὴν περὶ τὰ συμβόλαια ἀδικίαν δικαιοτάτους εἶπεν ἀνθρώπους τοὺς ἥκιστα ἐν τοῖς συμβολαίοις καὶ τῷ ἀργυρισμῷ ζῶντας, ἀλλὰ καὶ κοινὰ κεκτημένους πάντα πλὴν ξίφους καὶ ποτηρίου, ἐν δὲ τοῖς πρῶτον τὰς γυναῖκας πλατωνικῶς ἔχοντας κοινὰς καὶ τέκνα; καὶ Αἰσχύλος δ’ ἐμφαίνει συνηγορῶν τῷ ποιητῇ φήσας περὶ τῶν Σκυθῶν ἀλλ’ ἱππάκης βρωτῆρες εὔνομοι Σκύθαι
[Note] αὕτη δ’ ὑπόληψις καὶ νῦν ἔτι συμμένει παρὰ τοῖς Ἕλλησιν· ἁπλουστάτους τε γὰρ αὐτοὺς νομίζομεν καὶ ἥκιστα κακεντρεχεῖς εὐτελεστέρους τε πολὺ ἡμῶν καὶ αὐταρκεστέρους· καίτοι γε καθ’ ἡμᾶς βίος εἰς πάντας σχεδόν τι διατέτακε τὴν πρὸς τὸ χεῖρον μεταβολήν, τρυφὴν καὶ ἡδονὰς καὶ κακοτεχνίας καὶ πλεονεξίας μυρίας πρὸς ταῦτ’ εἰσάγων. πολὺ οὖν τῆς τοιαύτης κακίας καὶ εἰς τοὺς βαρβάρους ἐμπέπτωκε τούς τε ἄλλους καὶ τοὺς νομάδας· καὶ γὰρ θαλάττης ἁψάμενοι χείρους γεγόνασι λῃστεύοντες καὶ ξενοκτονοῦντες, καὶ ἐπιπλεκόμενοι πολλοῖς μεταλαμβάνουσι τῆς ἐκείνων πολυτελείας καὶ καπηλείας· δοκεῖ μὲν εἰς ἡμερότητα συντείνειν, διαφθείρει δὲ τὰ ἤθη καὶ ποικιλίαν ἀντὶ τῆς ἁπλότητος τῆς ἄρτι λεχθείσης εἰσάγει.

7.3.8οἱ μέντοι πρὸ ἡμῶν καὶ μάλιστα οἱ ἐγγὺς τοῖς Ὁμήρου χρόνοις τοιοῦτοί τινες ἦσαν καὶ ὑπελαμβάνοντο παρὰ τοῖς Ἕλλησιν ὁποίους Ὅμηρός φησιν. ὅρα δὲ λέγει Ἡρόδοτος περὶ τοῦ τῶν Σκυθῶν βασιλέως, ἐφ’ ὃν ἐστράτευσε Δαρεῖος, καὶ τὰ ἐπεσταλμένα παρ’ αὐτοῦ. ὅρα δὲ καὶ λέγει Χρύσιππος περὶ τῶν τοῦ Βοσπόρου βασιλέων τῶν περὶ Λεύκωνα. πλήρεις δὲ καὶ αἱ Περσικαὶ ἐπιστολαὶ τῆς ἁπλότητος ἧς λέγω, καὶ τὰ ὑπὸ τῶν Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Ἰνδῶν ἀπομνημονευόμενα. διὰ τοῦτο δὲ καὶ Ἀνάχαρσις καὶ Ἄβαρις καί τινες ἄλλοι τοιοῦτοι παρὰ τοῖς Ἕλλησιν εὐδοκίμουν, ὅτι ἐθνικόν τινα χαρακτῆρα ἐπέφαινον εὐκολίας καὶ λιτότητος καὶ δικαιοσύνης. καὶ τί δεῖ τοὺς πάλαι λέγειν; Ἀλέξανδρος γὰρ Φιλίππου κατὰ τὴν ἐπὶ Θρᾷκας τοὺς ὑπὲρ τοῦ Αἵμου στρατείαν ἐμβαλὼν εἰς Τριβαλλούς, ὁρῶν μέχρι τοῦ Ἴστρου καθήκοντας καὶ τῆς ἐν αὐτῷ νήσου Πεύκης, τὰ πέραν δὲ Γέτας ἔχοντας, ἀφῖχθαι λέγεται μέχρι δεῦρο, καὶ εἰς μὲν τὴν νῆσον ἀποβῆναι μὴ δύνασθαι σπάνει πλοίων (ἐκεῖσε γὰρ καταφυγόντα τὸν τῶν Τριβαλλῶν βασιλέα Σύρμον ἀντισχεῖν πρὸς τὴν ἐπιχείρησιν), εἰς δὲ τοὺς Γέτας διαβάντα ἑλεῖν αὐτῶν πόλιν καὶ ἀναστρέψαι διὰ ταχέων εἰς τὴν οἰκείαν, λαβόντα δῶρα παρὰ τῶν ἐθνῶν καὶ παρὰ τοῦ Σύρμου. φησὶ δὲ Πτολεμαῖος Λάγου κατὰ ταύτην τὴν στρατείαν συμμῖξαι τῷ Ἀλεξάνδρῳ Κελτοὺς τοὺς περὶ τὸν Ἀδρίαν φιλίας καὶ ξενίας χάριν, δεξάμενον δὲ αὐτοὺς φιλοφρόνως τὸν βασιλέα ἐρέσθαι παρὰ πότον, τί μάλιστα εἴη φοβοῖντο, νομίζοντα αὐτὸν ἐρεῖν· αὐτοὺς δ’ ἀποκρίνασθαι ὅτι οὐδὲν πλὴν εἰ ἄρα μὴ οὐρανὸς αὐτοῖς ἐπιπέσοι, φιλίαν γε μὴν ἀνδρὸς τοιούτου περὶ παντὸς τίθεσθαι. ταῦτα δὲ ἁπλότητος τῆς τῶν βαρβάρων ἐστὶ σημεῖα, τοῦ τε μὴ συγχωρήσαντος μὲν τὴν ἀπόβασιν τὴν εἰς τὴν νῆσον, δῶρα δὲ πέμψαντος καὶ συνθεμένου φιλίαν, καὶ τῶν φοβεῖσθαι μὲν οὐδένα φαμένων, φιλίαν δὲ περὶ παντὸς τίθεσθαι μεγάλων ἀνδρῶν. τε Δρομιχαίτης κατὰ τοὺς διαδόχους ἦν Γετῶν βασιλεύς· ἐκεῖνος τοίνυν λαβὼν ζωγρίᾳ Λυσίμαχον ἐπιστρατεύσαντα αὐτῷ, δείξας τὴν πενίαν τήν τε ἑαυτοῦ καὶ τοῦ ἔθνους, ὁμοίως δὲ καὶ τὴν αὐτάρκειαν, ἐκέλευσε τοῖς τοιούτοις μὴ πολεμεῖν, ἀλλὰ φίλοις χρῆσθαι· ταῦτα δ’ εἰπών, ξενίσας καὶ συνθέμενος φιλίαν ἀπέλυσεν αὐτόν.



Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 7.3.6 Str. 7.3.8 (English English(2)) >>Str. 7.3.10

Powered by PhiloLogic