Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 11.2.8 Str. 11.2.11 (English English(2)) >>Str. 11.2.13

11.2.10εἰσπλεύσαντι δ’ εἰς τὴν Κοροκονδαμῖτιν τε Φαναγόρειά ἐστι πόλις ἀξιόλογος καὶ Κῆποι καὶ Ἑρμώνασσα καὶ τὸ Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερόν· ὧν Φαναγόρεια καὶ οἱ Κῆποι κατὰ τὴν λεχθεῖσαν νῆσον ἵδρυνται εἰσπλέοντι ἐν ἀριστερᾷ, αἱ δὲ λοιπαὶ πόλεις ἐν δεξιᾷ πέραν Ὑπάνιος ἐν τῇ Σινδικῇ. ἔστι δὲ καὶ Γοργιπία ἐν τῇ Σινδικῇ, τὸ βασίλειον τῶν Σινδῶν πλησίον θαλάττης, καὶ Ἀβοράκη. τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι ὄντες ἅπαντες Βοσπορανοὶ καλοῦνται· καὶ ἔστι τῶν μὲν Εὐρωπαίων Βοσπορανῶν μητρόπολις τὸ Παντικάπαιον, τῶν δ’ Ἀσιανῶν τὸ Φαναγόρειον (καλεῖται γὰρ καὶ οὕτως πόλις), καὶ δοκεῖ τῶν μὲν ἐκ τῆς Μαιώτιδος καὶ τῆς ὑπερκειμένης βαρβάρου κατακομιζομένων ἐμπόριον εἶναι τὰ Φαναγόρεια, τῶν δ’ ἐκ τῆς θαλάττης ἀναφερομένων ἐκεῖσε τὸ Παντικάπαιον. ἔστι δὲ καὶ ἐν τῇ Φαναγορείᾳ τῆς Ἀφροδίτης ἱερὸν ἐπίσημον τῆς Ἀπατούρου· ἐτυμολογοῦσι δὲ τὸ ἐπίθετον τῆς θεοῦ μῦθόν τινα προστησάμενοι, ὡς ἐπιθεμένων ἐνταῦθα τῇ θεῷ τῶν γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα κρύψειεν ἐν κευθμῶνί τινι, εἶτα τῶν γιγάντων ἕκαστον δεχομένη καθ’ ἕνα τῷ Ἡρακλεῖ παραδιδοίη δολοφονεῖν ἐξ ἀπάτης.

11.2.11τῶν Μαιωτῶν δ’ εἰσὶν αὐτοί τε οἱ Σινδοὶ καὶ Δανδάριοι καὶ Τορέται καὶ Ἄγροι καὶ Ἀρρηχοί, ἔτι δὲ Τάρπητες Ὀβιδιακηνοὶ Σιττακηνοὶ Δόσκοι, ἄλλοι πλείους· τούτων δ’ εἰσὶ καὶ οἱ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιπίας ἐν πεντακοσίοις σταδίοις, οἷς ἐπιθέμενος Πολέμων βασιλεὺς ἐπὶ προσποιήσει φιλίας οὐ λαθὼν ἀντεστρατηγήθη καὶ ζωγρίᾳ ληφθεὶς ἀπέθανε. τῶν τε συμπάντων Μαιωτῶν τῶν Ἀσιανῶν οἱ μὲν ὑπήκουον τῶν τὸ ἐμπόριον ἐχόντων τὸ ἐν τῷ Τανάιδι οἱ δὲ τῶν Βοσπορανῶν· τοτὲ δ’ ἀφίσταντο ἄλλοτ’ ἄλλοι. πολλάκις δ’ οἱ τῶν Βοσπορανῶν ἡγεμόνες καὶ τὰ μέχρι τοῦ Τανάιδος κατεῖχον καὶ μάλιστα οἱ ὕστατοι, Φαρνάκης καὶ Ἄσανδρος καὶ Πολέμων. Φαρνάκης δέ ποτε καὶ τὸν Ὕπανιν τοῖς Δανδαρίοις ἐπαγαγεῖν λέγεται διά τινος παλαιᾶς διώρυγος ἀνακαθάρας αὐτὴν καὶ κατακλύσαι τὴν χώραν.



Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 11.2.8 Str. 11.2.11 (English English(2)) >>Str. 11.2.13

Powered by PhiloLogic