Plato, Laws (XML Header) [genre: prose] [word count] [Pl. Leg.].
<<Pl. Leg. 626c Pl. Leg. 626e (English) >>Pl. Leg. 627c

626d

Ἀθηναῖος

αὐτῷ δὲ πρὸς αὑτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον; πῶς ἔτι λέγομεν;

Κλεινίας

ξένε Ἀθηναῖεοὐ γάρ σε Ἀττικὸν ἐθέλοιμ’ ἂν προσαγορεύειν· δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι· τὸν γὰρ λόγον ἐπ’ ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νυνδὴ ὑφ’ ἡμῶν ὀρθῶς ἐρρήθη τὸ πολεμίους εἶναι πάντας πᾶσιν δημοσίᾳ τε, καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς. 626e

Ἀθηναῖος

πῶς εἴρηκας, θαυμάσιε;

Κλεινίας

κἀνταῦθα, ξένε, τὸ νικᾶν αὐτὸν αὑτὸν πασῶν νικῶν πρώτη τε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ πάντων αἴσχιστόν τε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.

Ἀθηναῖος

πάλιν τοίνυν τὸν λόγον ἀναστρέψωμεν. ἐπειδὴ γὰρ εἷς ἕκαστος ἡμῶν μὲν κρείττων αὑτοῦ, δὲ ἥττων 627aἐστί, πότερα φῶμεν οἰκίαν τε καὶ κώμην καὶ πόλιν ἔχειν ταὐτὸν τοῦτο ἐν αὑταῖς μὴ φῶμεν;

Κλεινίας

τὸ κρείττω τε ἑαυτῆς εἶναι λέγεις τινά, τὴν δ’ ἥττω;

Ἀθηναῖος

ναί.

Κλεινίας

καὶ τοῦτο ὀρθῶς ἤρου· πάνυ γὰρ ἔστι καὶ σφόδρα τὸ τοιοῦτον, οὐχ ἥκιστα ἐν ταῖς πόλεσιν. ἐν ὁπόσαις μὲν γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς ἂν αὕτη κρείττων τε ἑαυτῆς λέγοιθ’ πόλις, ἐπαινοῖτό τε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ· τοὐναντίον δέ, ὅπου τἀναντία.



Plato, Laws (XML Header) [genre: prose] [word count] [Pl. Leg.].
<<Pl. Leg. 626c Pl. Leg. 626e (English) >>Pl. Leg. 627c

Powered by PhiloLogic