Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [Paus.].
<<Paus. 2.34.7 Paus. 2.34.10 (English) >>Paus. 2.35.2

2.34.9ἐπίκλησις δέ ἐστι τῇ θεῷ Προμαχόρμα. πρόκειται δὲ Βουπόρθμου νῆσος Ἀπεροπία καλουμένη, τῆς δὲ Ἀπεροπίας ἀφέστηκεν οὐ πολὺ ἑτέρα νῆσος Ὑδρέα. μετὰ ταύτην αἰγιαλός τε παρήκει τῆς ἠπείρου μηνοειδὴς καὶ ἀκτὴ μετὰ τὸν αἰγιαλὸν ἐπὶ Ποσείδιον, ἐκ θαλάσσης μὲν ἀρχομένη τῆς πρὸς ἀνατολάς, προήκουσα δὲ ὡς ἐπὶ τὴν ἑσπέραν· ἔχει δὲ καὶ λιμένας ἐν αὑτῇ. μῆκος μὲν δὴ τῆς ἀκτῆς ἐστιν ἑπτά που στάδια, πλάτος δὲ πλατυτάτη σταδίων τριῶν οὐ πλέον. 2.34.10ἐνταῦθα προτέρα πόλις τοῖς Ἑρμιονεῦσιν ἦν. ἔστι δέ σφισι καὶ νῦν ἔτι ἱερὰ αὐτόθι, Ποσειδῶνος μὲν ἐπὶ τῆς ἀκτῆς τῇ ἀρχῇ, προελθοῦσι δὲ ἀπὸ θαλάσσης ἐς τὰ μετέωρα ναὸς Ἀθηνᾶς, παρὰ δὲ αὐτῷ σταδίου θεμέλια· ἐν δὲ αὐτῷ τοὺς Τυνδάρεω παῖδας ἀγωνίσασθαι λέγουσιν. ἔστι δὲ καὶ ἕτερον οὐ μέγα τῆς Ἀθηνᾶς ἱερόν, δὲ ὄροφος κατερρύηκεν αὐτῷ. καὶ Ἡλίῳ ναὸς καὶ ἄλλος Χάρισιν, δὲ Σαράπιδι ᾠκοδόμηται καὶ Ἴσιδι· καὶ περίβολοι μεγάλων λίθων λογάδων εἰσίν, ἐντὸς δὲ αὐτῶν ἱερὰ δρῶσιν ἀπόρρητα Δήμητρι.

2.34.11τοσαῦτα μὲν Ἑρμιονεῦσίν ἐστιν ἐνταῦθα· δὲ ἐφ’ ἡμῶν πόλις ἀπέχει μὲν τῆς ἄκρας, ἐφ’ τοῦ Ποσειδῶνος τὸ ἱερόν, τέσσαρας μάλιστα σταδίους, κειμένη δὲ ἐν ὁμαλῷ τὰ πρῶτα ἠρέμα ἐς πρόσαντες ἄνεισι, τὸ δέ ἐστιν ἤδη τοῦ Πρωνός· Πρῶνα γὰρ τὸ ὄρος τοῦτο ὀνομάζουσι. τεῖχος μὲν δὴ περὶ πᾶσαν τὴν Ἑρμιόνα ἕστηκε· τὰ δὲ ἐς συγγραφὴν καὶ ἄλλα παρείχετο καὶ ὧν αὐτὸς ποιήσασθαι μάλιστα ἠξίωσα μνήμην. Ἀφροδίτης ναός ἐστιν ἐπίκλησιν Ποντίας καὶ Λιμενίας τῆς αὐτῆς, ἄγαλμα δὲ λευκοῦ λίθου μεγέθει τε μέγα καὶ ἐπὶ τῇ τέχνῃ θέας ἄξιον.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [Paus.].
<<Paus. 2.34.7 Paus. 2.34.10 (English) >>Paus. 2.35.2

Powered by PhiloLogic