Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Andoc.].
<<Andoc. 4.13 Andoc. 4.16 (English) >>Andoc. 4.19

4.15ἵνα τὸν οἶκον τὸν Ἱππονίκου [Note] κατάσχοι, ὡς ἐναντίον πάντων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ κατηγόρει [Note]· καὶ τὰ χρήματα τῷ δήμῳ ἔδωκεν, εἴ πως τελευτήσειεν ἄπαις, φοβούμενος μὴ διὰ τὴν οὐσίαν [Note] ἀπόλοιτο. ἀλλὰ μὴν οὐδ’ ἔρημος οὐδ’ εὐαδίκητός ἐστιν, ἐπεὶ διὰ τὸν πλοῦτον ἔχει πολλοὺς τοὺς βοηθήσοντας. [Note] καίτοι ὅστις ὑβρίζει γυναῖκα τὴν ἑαυτοῦ καὶ τῷ κηδεστῇ θάνατον ἐπιβουλεύει, τί χρὴ προσδοκᾶν τοῦτον περὶ τοὺς ἐντυχόντας τῶν πολιτῶν διαπράττεσθαι; πάντες γὰρ ἄνθρωποι τοὺς οἰκείους τῶν ἀλλοτρίων ποιοῦνται περὶ πλείονος.

4.16 δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺς [Note] ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. καὶ ὃν ἔδει [Note] τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλημένων ὑφ’ ὑμῶν [Note] αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτ’ ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν· ἀλλ’ οὕτω σφόδρα καταπεφρόνηκεν ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δ’ ἕκαστον προπηλακίζων. 4.17ὃς εἰς τοσοῦτον ἐλήλυθε τόλμης, ὥστε πείσας Ἀγάθαρχον τὸν γραφέα [Note] συνεισελθεῖν οἴκαδε [Note] τὴν οἰκίαν ἐπηνάγκασε γράφειν, δεομένου δὲ καὶ προφάσεις ἀληθεῖς λέγοντος, ὡς οὐκ ἂν δύναιτο ταῦτα πράττειν ἤδη διὰ τὸ συγγραφὰς ἔχειν παρ’ ἑτέρων, προεῖπεν αὐτῷ δήσειν, εἰ μὴ πάνυ ταχέως γράφοι. ὅπερ ἐποίησε· καὶ οὐ πρότερον ἀπηλλάγη, πρὶν ἀποδρὰς ᾤχετο τετάρτῳ μηνί, τοὺς φύλακας λαθών, ὥσπερ παρὰ βασιλέως. οὕτω δ’ ἀναίσχυντός ἐστιν, ὥστε προσελθὼν [Note] ἐνεκάλει αὐτῷ ὡς ἀδικούμενος, καὶ οὐχ ὧν ἐβιάσατο μετέμελεν αὐτῷ, ἀλλ’ ὅτι κατέλιπε τὸ ἔργον ἠπείλει, καὶ οὔτε τῆς δημοκρατίας οὔτε τῆς ἐλευθερίας οὐδὲν ἦν ὄφελος· οὐδὲν γὰρ ἧττον ἐδεδέκει [Note] τῶν ὁμολογουμένων δούλων.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Andoc.].
<<Andoc. 4.13 Andoc. 4.16 (English) >>Andoc. 4.19

Powered by PhiloLogic