Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 9.1.4 Str. 9.1.6 (English English(2)) >>Str. 9.1.8

9.1.5τὸ παλαιὸν μὲν οὖν Ἴωνες εἶχον τὴν χώραν ταύτην οἵπερ καὶ τὴν Ἀττικήν, οὔπω τῶν Μεγάρων ἐκτισμένων· διόπερ οὐδ’ ποιητὴς μέμνηται τῶν τόπων τούτων ἰδίως, ἀλλ’ Ἀθηναίους καλῶν τοὺς ἐν τῇ Ἀττικῇ πάντας συμπεριείληφε καὶ τούτους τῷ κοινῷ ὀνόματι Ἀθηναίους νομίζων, ὡς ὅταν φῇ ἐν τῷ καταλόγῳ οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον, ἐυκτίμενον πτολίεθρον
[Note] δέχεσθαι δεῖ καὶ τοὺς νῦν Μεγαρέας, ὡς καὶ τούτους μετασχόντας τῆς στρατείας. σημεῖον δέ· γὰρ Ἀττικὴ τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο, καὶ ποιητὴς ὅταν φῇ ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες
[Note] τοὺς Ἀθηναίους λέγει· ταύτης δ’ ἦν μερὶς καὶ Μεγαρίς.
9.1.6καὶ δὴ καὶ τῶν ὁρίων ἀμφισβητοῦντες πολλάκις οἵ τε Πελοποννήσιοι καὶ Ἴωνες, ἐν οἷς ἦν καὶ Κρομμυωνία, συνέβησαν καὶ στήλην ἔστησαν ἐπὶ τοῦ συνομολογηθέντος τόπου περὶ αὐτὸν τὸν Ἰσθμόν, ἐπιγραφὴν ἔχουσαν ἐπὶ μὲν τοῦ πρὸς τὴν Πελοπόννησον μέρους τάδ’ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία,
ἐπὶ δὲ τοῦ πρὸς Μέγαρα τάδ’ οὐχὶ Πελοπόννησος ἀλλ’ Ἰωνία.
οἵ τε δὴ τὴν Ἀτθίδα συγγράψαντες πολλὰ διαφωνοῦντες τοῦτό γε ὁμολογοῦσιν οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεττάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, Νῖσος τὴν Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νίσαιαν. Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου. τὴν δ’ εἰς τέτταρα μέρη διανομὴν ἄλλων ἄλλως εἰρηκότων ἀρκεῖ ταῦτα παρὰ Σοφοκλέους λαβεῖν· φησὶ δ’ Αἰγεὺς ὅτι πατὴρ ὥρισεν ἐμοὶ μὲν ἀπελθεῖν εἰς ἀκτὰς τῆσδε γῆς πρεσβεῖα νείμας· εἶτα Λύκῳ τὸν ἀντίπλευρον κῆπον Εὐβοίας νέμει,
Νίσῳ δὲ τὴν ὅμαυλον ἐξαιρεῖ χθόνα
Σκείρωνος ἀκτῆς, τῆς δὲ γῆς τὸ πρὸς νότον
σκληρὸς οὗτος καὶ γίγαντας ἐκτρέφων
εἴληχε Πάλλας.
[Note] ὅτι μὲν οὖν Μεγαρὶς τῆς Ἀττικῆς μέρος ἦν, τούτοις χρῶνται τεκμηρίοις.



Strabo, Geography (XML Header) [genre: prose] [word count] [Str.].
<<Str. 9.1.4 Str. 9.1.6 (English English(2)) >>Str. 9.1.8

Powered by PhiloLogic