Plato, Laws (XML Header) [genre: prose] [word count] [Pl. Leg.].
<<Pl. Leg. 740d Pl. Leg. 741b (English) >>Pl. Leg. 741e

741aκατακλυσμὸν φέρον νόσων, πολέμων φθορά, ἐλάττους δὲ πολὺ τοῦ τεταγμένου ἀριθμοῦ δι’ ὀρφανίας γένωνται, ἑκόντας μὲν οὐ δεῖ πολίτας παρεμβάλλειν νόθῃ παιδείᾳ πεπαιδευμένους, ἀνάγκην δὲ οὐδὲ θεὸς εἶναι λέγεται δυνατὸς βιάζεσθαι.

ταῦτ’ οὖν δὴ τὸν νῦν λεγόμενον λόγον ἡμῖν φῶμεν παραινεῖν λέγοντα· πάντων ἀνδρῶν ἄριστοι, τὴν ὁμοιότητα καὶ ἰσότητα καὶ τὸ ταὐτὸν καὶ ὁμολογούμενον τιμῶντες κατὰ φύσιν μὴ ἀνίετε κατά τε ἀριθμὸν καὶ πᾶσαν δύναμιν 741bτὴν τῶν καλῶν κἀγαθῶν πραγμάτων· καὶ δὴ καὶ νῦν τὸν ἀριθμὸν μὲν πρῶτον διὰ βίου παντὸς φυλάξατε τὸν εἰρημένον, εἶτα τὸ τῆς οὐσίας ὕψος τε καὶ μέγεθος, τὸ πρῶτον ἐνείμασθε μέτριον ὄν, μὴ ἀτιμάσητε τῷ τε ὠνεῖσθαι καὶ τῷ πωλεῖν πρὸς ἀλλήλουςοὔτε γὰρ νείμας κλῆρος ὢν θεὸς ὑμῖν σύμμαχος οὔτε νομοθέτηςνῦν γὰρ δὴ πρῶτον τῷ ἀπειθοῦντι νόμος προστάττει, προειπὼν ἐπὶ τούτοις κληροῦσθαι 741cτὸν ἐθέλοντα μὴ κληροῦσθαι, ὡς πρῶτον μὲν τῆς γῆς ἱερᾶς οὔσης τῶν πάντων θεῶν, εἶτα ἱερέων τε καὶ ἱερειῶν εὐχὰς ποιησομένων ἐπὶ τοῖς πρώτοις θύμασι καὶ δευτέροις καὶ μέχρι τριῶν, τὸν πριάμενον ἀποδόμενον ὧν ἔλαχεν οἰκοπέδων γηπέδων τὰ ἐπὶ τούτοις πρέποντα πάσχειν πάθη· γράψαντες δὲ ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας εἰς τὸν ἔπειτα χρόνον καταγεγραμμένας, πρὸς τούτοις δ’ ἔτι φυλακτήρια τούτων, ὅπως ἂν γίγνηται,



Plato, Laws (XML Header) [genre: prose] [word count] [Pl. Leg.].
<<Pl. Leg. 740d Pl. Leg. 741b (English) >>Pl. Leg. 741e

Powered by PhiloLogic