Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [Joseph. AJ].
<<Joseph. AJ 3.318 Joseph. AJ 3.322 (English) >>Joseph. AJ 4.1

3.320οὕτως νομοθεσία τοῦ θεοῦ δοκοῦσα τὸν ἄνδρα

-- --

πεποίηκε τῆς αὐτοῦ φύσεως κρείττονα νομίζεσθαι. οὐ μὴν ἀλλὰ καὶ τοῦδε τοῦ πολέμου μικρὸν ἔμπροσθεν Κλαυδίου Ῥωμαίων ἄρχοντος Ἰσμαήλου δὲ παρ’ ἡμῖν ἀρχιερέως ὄντος, καὶ λιμοῦ τὴν χώραν ἡμῶν καταλαβόντος, ὡς τεσσάρων δραχμῶν πωλεῖσθαι τὸν ἀσσάρωνα, 3.321κομισθέντος ἀλεύρου κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων εἰς κόρους ἑβδομήκοντα, μέδιμνοι δὲ οὗτοι Σικελοὶ μέν εἰσιν εἷς καὶ τριακόσιοι Ἀττικοὶ δὲ τεσσαράκοντα εἷς, οὐδεὶς ἐτόλμησε τῶν ἱερέων κρίμνον ἓν φαγεῖν τοσαύτης ἀπορίας τὴν γῆν κατεχούσης, δεδιὼς τὸν νόμον καὶ τὴν ὀργήν, ἣν καὶ ἐπὶ ἀνεξελέγκτοις ἀεὶ τὸ θεῖον τοῖς ἀδικήμασιν ἔχει. 3.322ὥστ’ οὐ δεῖ θαυμάζειν περὶ τῶν τότε πεπραγμένων, ὁπότε καὶ μέχρι τοῦ νῦν τὰ καταλειφθέντα ὑπὸ Μωυσέος γράμματα τηλικαύτην ἰσχὺν ἔχει, ὥστε καὶ τοὺς μισοῦντας ἡμᾶς ὁμολογεῖν, ὅτι καὶ τὴν πολιτείαν ἡμῖν καταστησάμενός ἐστι θεὸς διὰ Μωυσέος καὶ τῆς ἀρετῆς τῆς ἐκείνου. ἀλλὰ περὶ μὲν τούτων ὡς αὐτῷ τινι δοκεῖ διαλήψεται.

-- --



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [Joseph. AJ].
<<Joseph. AJ 3.318 Joseph. AJ 3.322 (English) >>Joseph. AJ 4.1

Powered by PhiloLogic