Diodorus Siculus, Library (XML Header) [genre: prose] [word count] [Diod. Sic.].
<<Diod. Sic. 16.90.2 Diod. Sic. 16.91.4 (English) >>Diod. Sic. 16.92.2

16.91.2ἐπὶ δὲ τούτων Φίλιππος βασιλεὺς ἡγεμὼν ὑπὸ τῶν Ἑλλήνων καθεσταμένος καὶ τὸν πρὸς Πέρσας πόλεμον ἐνστησάμενος Ἄτταλον μὲν καὶ Παρμενίωνα προαπέστειλεν εἰς τὴν Ἀσίαν, μέρος τῆς δυνάμεως δοὺς καὶ προστάξας ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, αὐτὸς δὲ σπεύδων μὲν μετὰ τῆς τῶν θεῶν γνώμης ἐπανελέσθαι τὸν πόλεμον ἐπηρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βασιλέως τῶν Περσῶν. δ’ ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν· ἔστεπται μὲν ταῦρος, ἔχει τέλος, ἔστιν θύσων.
16.91.3 μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν Πέρσην ἱερείου τρόπον τυθήσεσθαι· τὸ δ’ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ τὸν ταῦρον ἐστεμμένον σφαγήσεσθαι. 16.91.4οὐ μὴν ἀλλὰ δόξας συμμαχεῖν αὐτῷ τοὺς θεοὺς περιχαρὴς ἦν, ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης αἰχμαλώτου. εὐθὺς οὖν θυσίας μεγαλοπρεπεῖς ἐπετέλει τοῖς θεοῖς καὶ τῆς θυγατρὸς Κλεοπάτρας τῆς ἐξ Ὀλυμπιάδος συνετέλει γάμους καὶ ταύτην Ἀλεξάνδρῳ συνῴκισε τῷ βασιλεῖ τῶν Ἠπειρωτῶν, ἀδελφῷ δὲ ὄντι γνησίῳ τῆς Ὀλυμπιάδος. 16.91.5ἅμα δὲ ταῖς τῶν θεῶν τιμαῖς βουλόμενος ὡς πλείστους τῶν Ἑλλήνων μετασχεῖν τῆς εὐωχίας ἀγῶνάς τε μουσικοὺς μεγαλοπρεπεῖς ἐποίει καὶ λαμπρὰς ἑστιάσεις τῶν φίλων καὶ ξένων.


Diodorus Siculus, Library (XML Header) [genre: prose] [word count] [Diod. Sic.].
<<Diod. Sic. 16.90.2 Diod. Sic. 16.91.4 (English) >>Diod. Sic. 16.92.2

Powered by PhiloLogic