Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Dem.].
<<Dem. 25.31 Dem. 25.34 (English) >>Dem. 25.38

25.33τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδ’ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ ἀπονοίας, ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δ’ οἷ τοῦτον ἀπελθεῖν δεῖ. 25.34θεωρεῖτε δὲ μὴ πρὸς τὸν ἐμὸν λόγον, ἀλλ’ εἰς ἅπαντα τὰ τῶν ἀνθρώπων ἔθη βλέποντες. εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν, ἐν δὲ τούτοις καὶ Προνοίας Ἀθηνᾶς ὡς ἀγαθῆς καὶ μεγάλης θεοῦ, καὶ παρὰ τῷ Ἀπόλλωνι ἐν Δελφοῖς κάλλιστος καὶ μέγιστος νεὼς εὐθὺς εἰσιόντι εἰς τὸ ἱερόν, ὃς ὢν θεὸς καὶ μάντις οἶδε τὸ βέλτιστον· ἀλλ’ οὐκ ἀπονοίας οὐδ’ ἀναιδείας. 25.35καὶ δίκης γε καὶ εὐνομίας καὶ αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλ’ οὐκ ἀναισχυντίας οὐδὲ συκοφαντίας οὐδ’ ἐπιορκίας οὐδ’ ἀχαριστίας, πάντα τούτῳ πρόσεστιν.

25.36οἶδα τοίνυν ὅτι τὴν μὲν ὀρθὴν καὶ δικαίαν ὁδὸν τῆς ἀπολογίας οὗτος φεύξεται, ἔξωθεν δὲ κύκλῳ περίεισιν λοιδορούμενος καὶ διαβάλλων καὶ ὑπισχνούμενος κρινεῖν, εἰσάξειν, παραδώσειν. ἔστιν δὲ πάντ’ αὐτῷ ταῦτα, ἐάνπερ ὑμεῖς ὀρθῶς σκοπῆτε, ἀδόκιμα. τί γὰρ οὐκ ἐξελήλεγκται τούτων ἐπὶ πάντων πολλάκις;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Dem.].
<<Dem. 25.31 Dem. 25.34 (English) >>Dem. 25.38

Powered by PhiloLogic