Bacchylides, Odes (XML Header) [genre: poetry] [word count] [Bacchyl.].
<<Bacchyl. 17.105 Bacchyl. 18.15 (English) >>Bacchyl. 18.60

18 οδε 1 Θησεύς Χορός βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
τῶν ἁβροβίων ἄναξ Ἰώνων,
τί νέον ἔκλαγε χαλκοκώδων
σάλπιγξ πολεμηΐαν ἀοιδάν;
18.5 τις ἁμετέρας χθονὸς
δυσμενὴς ὅρι’ ἀμφιβάλλει
στρατα·γέτας ἀνήρ;
λῃσταὶ κακομάχανοι
ποιμένων ἀέκατι μήλων
18.10σεύοντ’ ἀγέλας βίᾳ;
τί τοι κραδίαν ἀμύσσει;
φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν
ἀλκίμων ἐπικουρίαν
καὶ τὶν ἔμμεναι νέων,
18.15 Πανδίονος υἱὲ καὶ Κρεούσας.
Αἰγεύς νέον ἦλθεν δολιχὰν ἀμείψας
[Note] κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·
ἄφατα δ’ ἔργα λέγει κραταιοῦ
φωτός· τὸν ὑπέρβιόν τ’ ἔπεφνεν
18.20Σίνιν, ὃς ἰσχύϊ φέρτατος
θνατῶν ἦν, Κρονίδα Λυταίου
σεισίχθονος τέκος·
σῦν τ’ ἀνδροκτόνον ἐν νάπαις
Κρεμμυῶνος, ἀτάσθαλόν τε
18.25Σκίρωνα κατέκτανεν·
τάν τε Κερκυόνος παλαίστραν
ἔσχεν, Πολυπήμονός τε καρτερὰν
σφῦραν ἐξέβαλεν Προκό-
πτας, ἀρείονος τυχὼν
18.30φωτός. ταῦτα δέδοιχ’ ὅπᾳ τελεῖται.
Χορός τίνα δ’ ἔμμεν πόθεν ἄνδρα τοῦτον
λέγει, τίνα τε στολὰν ἔχοντα;
πότερα σὺν πολεμηΐοις -
πλοισι στρατιὰν ἄγοντα πολλάν;
18.35 μοῦνον σὺν ὀπ.άοσιν
στείχειν ἔμπορον οἷ’ ἀλάταν
ἐπ’ ἀλλοδαμίαν,
ἰσχυρόν τε καὶ ἄλκιμον
ὧδε καὶ θρασύν, ὅς τε τούτων
18.40ἀνδρῶν κρατερὸν σθένος
ἔσχεν; θεὸς αὐτὸν ὁρμᾷ,
δίκας ἀδίκοισιν ὄφρα μήσεται·
οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
δοντα μὴ ’ντυχεῖν κακῷ.


Bacchylides, Odes (XML Header) [genre: poetry] [word count] [Bacchyl.].
<<Bacchyl. 17.105 Bacchyl. 18.15 (English) >>Bacchyl. 18.60

Powered by PhiloLogic