Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Andoc.].
<<Andoc. 4.22 Andoc. 4.26 (English) >>Andoc. 4.29

4.24πρὸς δὲ τούτοις τολμῶσί τινες περὶ αὐτοῦ λέγειν ὡς οὐδὲ γεγένηται οὐδεὶς πώποτε τοιοῦτος. ἐγὼ δὲ νομίζω μέγιστα κακὰ τὴν πόλιν ὑπὸ τούτου πείσεσθαι, καὶ τηλικούτων πραγμάτων εἰς τὸν λοιπὸν χρόνον αἴτιον δόξειν, ὥστε μηδένα τῶν προτέρων ἀδικημάτων μεμνῆσθαι· ἀνέλπιστον γὰρ οὐδέν, τὸν τὴν ἀρχὴν τοῦ βίου τοιαύτην κατασκευασάμενον καὶ τὴν τελευτὴν ὑπερβάλλουσαν ποιήσασθαι. ἔστι δὲ σωφρόνων ἀνδρῶν φυλάττεσθαι τῶν πολιτῶν τοὺς ὑπεραυξανομένους, ἐνθυμουμένους ὑπὸ τῶν τοιούτων τὰς τυραννίδας καθισταμένας.

4.25ἡγοῦμαι δ’ αὐτὸν πρὸς ταῦτα [Note] μὲν οὐδὲν ἀντερεῖν, λέξειν δὲ περὶ τῆς νίκης τῆς Ὀλυμπιάσι, καὶ περὶ πάντων μᾶλλον τῶν κατηγορηθέντων ἀπολογήσεσθαι. [Note] ἐξ αὐτῶν δὲ τούτων ἐπιδείξω αὐτὸν ἐπιτηδειότερον τεθνάναι μᾶλλον σῴζεσθαι. διηγήσομαι δ’ ὑμῖν.

4.26Διομήδης ἦλθε ζεῦγος ἵππων ἄγων Ὀλυμπίαζε, κεκτημένος μὲν οὐσίαν μετρίαν, στεφανῶσαι δὲ ἀπὸ τῶν ὑπαρχόντων τὴν πόλιν καὶ τὴν οἰκίαν βουλόμενος, λογιζόμενος τοὺς ἀγῶνας τοὺς ἱππικοὺς τύχῃ [Note] τοὺς πλείστους κρινομένους. τοῦτον Ἀλκιβιάδης πολίτην ὄντα καὶ <οὐ> [Note] τὸν ἐπιτυχόντα, δυνάμενος παρὰ τοῖς ἀγωνοθέταις τῶν Ἠλείων, <τὸ ζεῦγος> [Note] ἀφελόμενος αὐτὸς ἠγωνίζετο. καίτοι τί ἂν ἐποίησεν, εἴ τις τῶν συμμάχων τῶν ὑμετέρων [Note] ἀφίκετο ζεῦγος ἵππων ἔχων; 4.27 που ταχέως ἐπέτρεψεν ἂν ἀνταγωνίζεσθαι ἑαυτῷ, ὃς Ἀθηναῖον [Note] ἄνδρα βιασάμενος τοῖς ἀλλοτρίοις ἐτόλμησεν ἵπποις ἁμιλλᾶσθαι, δηλώσας τοῖς Ἕλλησι μηδὲν θαυμάζειν ἄν τινα αὐτῶν βιάσηται, ἐπεὶ καὶ τοῖς πολίταις οὐκ ἐξ ἴσου χρῆται, ἀλλὰ τοὺς μὲν ἀφαιρούμενος, τοὺς δὲ τύπτων, τοὺς δὲ εἱργνύων, τοὺς δὲ χρήματα πραττόμενος, οὐδενὸς ἀξίαν τὴν δημοκρατίαν ἀποφαίνει, [Note] τοὺς μὲν λόγους δημαγωγοῦ τὰ δ’ ἔργα τυράννου παρέχων, καταμαθὼν ὑμᾶς τοῦ μὲν ὀνόματος φροντίζοντας, τοῦ δὲ πράγματος ἀμελοῦντας.



Andocides, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [Andoc.].
<<Andoc. 4.22 Andoc. 4.26 (English) >>Andoc. 4.29

Powered by PhiloLogic