Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.4 Xen. Cyr. 8.4.8 (English) >>Xen. Cyr. 8.4.11

8.4.6ἐπεὶ δὲ ἐδείπνουν, ἐδόκει τῷ Γωβρύᾳ τὸ μὲν πολλὰ ἕκαστα εἶναι οὐδέν τι θαυμαστὸν παρ’ ἀνδρὶ πολλῶν ἄρχοντι· τὸ δὲ τὸν Κῦρον οὕτω μεγάλα πράττοντα, εἴ τι ἡδὺ δόξειε λαβεῖν, μηδὲν τούτων μόνον καταδαπανᾶν, ἀλλ’ ἔργον ἔχειν αὐτὸν ἐδόμενον τούτου κοινωνεῖν τοὺς παρόντας, πολλάκις δὲ καὶ τῶν ἀπόντων φίλων ἔστιν οἷς ἑώρα πέμποντα ταῦτα αὐτὸν οἷς ἡσθεὶς τύχοι· 8.4.7ὥστε ἐπεὶ ἐδεδειπνήκεσαν καὶ πάντα τὰ <λοιπὰ> πολλὰ ὄντα διεπεπόμφει Κῦρος ἀπὸ τῆς τραπέζης, εἶπεν ἄρα Γωβρύας· ἀλλ’, ἐγώ, Κῦρε, πρόσθεν μὲν ἡγούμην τούτῳ σε πλεῖστον διαφέρειν ἀνθρώπων τῷ στρατηγικώτατον εἶναι· νῦν δὲ θεοὺς ὄμνυμι μὴν ἐμοὶ δοκεῖν πλέον σε διαφέρειν φιλανθρωπίᾳ στρατηγίᾳ. 8.4.8νὴ Δί’, ἔφη Κῦρος· καὶ μὲν δὴ καὶ ἐπιδείκνυμαι τὰ ἔργα πολὺ ἥδιον φιλανθρωπίας στρατηγίας. πῶς δή; ἔφη Γωβρύας. ὅτι, ἔφη, τὰ μὲν κακῶς ποιοῦντα ἀνθρώπους δεῖ ἐπιδείκνυσθαι, τὰ δὲ εὖ. 8.4.9ἐκ τούτου δὴ ἐπεὶ ὑπέπινον, ἤρετο Ὑστάσπας τὸν Κῦρον· ἆρ’ ἄν, ἔφη, Κῦρε, ἀχθεσθείης μοι, εἴ σε ἐροίμην βούλομαί σου πυθέσθαι; ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, τοὐναντίον τούτου ἀχθοίμην ἄν σοι, εἰ αἰσθοίμην σιωπῶντα βούλοιο ἐρέσθαι. λέγε δή μοι, ἔφη, ἤδη πώποτε καλέσαντός σου οὐκ ἦλθον; εὐφήμει, ἔφη Κῦρος. ἀλλ’ ὑπακούων σχολῇ ὑπήκουσα; οὐδὲ τοῦτο. προσταχθὲν δέ τι ἤδη σοι οὐκ ἔπραξα; οὐκ αἰτιῶμαι, ἔφη. δὲ πράττοιμι, ἔστιν τι πώποτε οὐ προθύμως οὐχ ἡδομένως πράττοντά με κατέγνως; τοῦτο δὴ πάντων ἥκιστα, ἔφη Κῦρος.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.4 Xen. Cyr. 8.4.8 (English) >>Xen. Cyr. 8.4.11

Powered by PhiloLogic