Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.20 Xen. Cyr. 8.4.25 (English) >>Xen. Cyr. 8.4.29

8.4.23γελώντων δὲ ἅμα εἶπεν Ὑστάσπας· πολύ γ’, ἔφη, μάλιστα τούτου σε, Κῦρε, ζηλῶ ἐν τῇ βασιλείᾳ. τίνος; ἔφη Κῦρος. ὅτι δύνασαι καὶ ψυχρὸς ὢν γέλωτα παρέχειν. καὶ Κῦρος εἶπεν· ἔπειτ’ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτ’ εἰρῆσθαι, καὶ ἀπαγγελθῆναι παρ’ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ; καὶ ταῦτα μὲν δὴ οὕτω διεσκώπτετο.

8.4.24μετὰ δὲ ταῦτα Τιγράνῃ μὲν ἐξήνεγκε γυναικεῖον κόσμον, καὶ ἐκέλευσε τῇ γυναικὶ δοῦναι, ὅτι ἀνδρείως συνεστρατεύετο τῷ ἀνδρί, Ἀρταβάζῳ δὲ χρυσοῦν ἔκπωμα, τῷ δ’ Ὑρκανίῳ ἵππον καὶ ἄλλα πολλὰ καὶ καλὰ ἐδωρήσατο. σοὶ δέ, ἔφη, Γωβρύα, δώσω ἄνδρα τῇ θυγατρί. 8.4.25οὐκοῦν ἐμέ, ἔφη Ὑστάσπας, δώσεις, ἵνα καὶ τὰ συγγράμματα λάβω. καὶ ἔστι σοι, ἔφη Κῦρος, οὐσία ἀξία τῶν τῆς παιδός; νὴ Δί’, ἔφη, πολλαπλασίων μὲν οὖν χρημάτων. καὶ ποῦ, ἔφη Κῦρος, ἔστι σοι αὕτη οὐσία; ἐνταῦθα, ἔφη, ὅπουπερ καὶ σὺ κάθησαι φίλος ὢν ἐμοί. ἀρκεῖ μοι, ἔφη Γωβρύας· καὶ εὐθὺς ἐκτείνας τὴν δεξιάν, δίδου, ἔφη, Κῦρε· δέχομαι γάρ. 8.4.26καὶ Κῦρος λαβὼν τὴν τοῦ Ὑστάσπου δεξιὰν ἔδωκε τῷ Γωβρύᾳ, δ’ ἐδέξατο. ἐκ δὲ τούτου πολλὰ καὶ καλὰ ἔδωκε δῶρα τῷ Ὑστάσπᾳ, ὅπως τῇ παιδὶ πέμψειε· Χρυσάνταν δ’ ἐφίλησε προσαγαγόμενος. καὶ Ἀρτάβαζος εἶπε· μὰ Δί’,



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.20 Xen. Cyr. 8.4.25 (English) >>Xen. Cyr. 8.4.29

Powered by PhiloLogic