Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.17 Xen. Cyr. 8.4.23 (English) >>Xen. Cyr. 8.4.26

8.4.21ἔπειτα δ’, ἔφη, σιμὴ ἄν σοι ἰσχυρῶς συμφέροι. πρὸς τί δὴ αὖ τοῦτο; ὅτι, ἔφη, σὺ γρυπὸς εἶ· πρὸς οὖν τὴν σιμότητα σάφ’ ἴσθι ὅτι γρυπότης ἄριστ’ ἂν προσαρμόσειε. λέγεις σύ, ἔφη, ὡς καὶ τῷ εὖ δεδειπνηκότι ὥσπερ καὶ ἐγὼ νῦν ἄδειπνος ἂν συναρμόττοι. ναὶ μὰ Δί’, ἔφη Κῦρος· τῶν μὲν γὰρ μεστῶν γρυπὴ γαστὴρ γίγνεται, τῶν δὲ ἀδείπνων σιμή. 8.4.22καὶ Χρυσάντας ἔφη· ψυχρῷ δ’ ἄν, πρὸς τῶν θεῶν, βασιλεῖ ἔχοις ἂν εἰπεῖν ποία τις συνοίσει; ἐνταῦθα μὲν δὴ τε Κῦρος ἐξεγέλασε καὶ οἱ ἄλλοι ὁμοίως. 8.4.23γελώντων δὲ ἅμα εἶπεν Ὑστάσπας· πολύ γ’, ἔφη, μάλιστα τούτου σε, Κῦρε, ζηλῶ ἐν τῇ βασιλείᾳ. τίνος; ἔφη Κῦρος. ὅτι δύνασαι καὶ ψυχρὸς ὢν γέλωτα παρέχειν. καὶ Κῦρος εἶπεν· ἔπειτ’ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτ’ εἰρῆσθαι, καὶ ἀπαγγελθῆναι παρ’ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ; καὶ ταῦτα μὲν δὴ οὕτω διεσκώπτετο.

8.4.24μετὰ δὲ ταῦτα Τιγράνῃ μὲν ἐξήνεγκε γυναικεῖον κόσμον, καὶ ἐκέλευσε τῇ γυναικὶ δοῦναι, ὅτι ἀνδρείως συνεστρατεύετο τῷ ἀνδρί, Ἀρταβάζῳ δὲ χρυσοῦν ἔκπωμα, τῷ δ’ Ὑρκανίῳ ἵππον καὶ ἄλλα πολλὰ καὶ καλὰ ἐδωρήσατο. σοὶ δέ, ἔφη, Γωβρύα, δώσω ἄνδρα τῇ θυγατρί.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.17 Xen. Cyr. 8.4.23 (English) >>Xen. Cyr. 8.4.26

Powered by PhiloLogic