Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.16 Xen. Cyr. 8.4.21 (English) >>Xen. Cyr. 8.4.25

8.4.19ποίαν; ἔφη Χρυσάντας. τὸ γνῶναι ὁποῖος ἂν γάμος ἑκάστῳ συναρμόσειε. καὶ Χρυσάντας ἔφη· λέγε δὴ πρὸς τῶν θεῶν ποίαν τινά μοι γυναῖκα οἴει συναρμόσειν κάλλιστα. 8.4.20πρῶτον μέν, ἔφη, μικράν· μικρὸς γὰρ καὶ αὐτὸς εἶ· εἰ δὲ μεγάλην γαμεῖς, ἤν ποτε βούλῃ αὐτὴν ὀρθὴν φιλῆσαι, προσάλλεσθαί σε δεήσει ὥσπερ τὰ κυνάρια. τοῦτο μὲν δή, ἔφη, ὀρθῶς προνοεῖς· καὶ γὰρ οὐδ’ ὁπωστιοῦν ἁλτικός εἰμι. 8.4.21ἔπειτα δ’, ἔφη, σιμὴ ἄν σοι ἰσχυρῶς συμφέροι. πρὸς τί δὴ αὖ τοῦτο; ὅτι, ἔφη, σὺ γρυπὸς εἶ· πρὸς οὖν τὴν σιμότητα σάφ’ ἴσθι ὅτι γρυπότης ἄριστ’ ἂν προσαρμόσειε. λέγεις σύ, ἔφη, ὡς καὶ τῷ εὖ δεδειπνηκότι ὥσπερ καὶ ἐγὼ νῦν ἄδειπνος ἂν συναρμόττοι. ναὶ μὰ Δί’, ἔφη Κῦρος· τῶν μὲν γὰρ μεστῶν γρυπὴ γαστὴρ γίγνεται, τῶν δὲ ἀδείπνων σιμή. 8.4.22καὶ Χρυσάντας ἔφη· ψυχρῷ δ’ ἄν, πρὸς τῶν θεῶν, βασιλεῖ ἔχοις ἂν εἰπεῖν ποία τις συνοίσει; ἐνταῦθα μὲν δὴ τε Κῦρος ἐξεγέλασε καὶ οἱ ἄλλοι ὁμοίως. 8.4.23γελώντων δὲ ἅμα εἶπεν Ὑστάσπας· πολύ γ’, ἔφη, μάλιστα τούτου σε, Κῦρε, ζηλῶ ἐν τῇ βασιλείᾳ. τίνος; ἔφη Κῦρος. ὅτι δύνασαι καὶ ψυχρὸς ὢν γέλωτα παρέχειν. καὶ Κῦρος εἶπεν· ἔπειτ’ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτ’ εἰρῆσθαι, καὶ ἀπαγγελθῆναι παρ’ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ; καὶ ταῦτα μὲν δὴ οὕτω διεσκώπτετο.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.16 Xen. Cyr. 8.4.21 (English) >>Xen. Cyr. 8.4.25

Powered by PhiloLogic