Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.14 Xen. Cyr. 8.4.17 (English) >>Xen. Cyr. 8.4.23

8.4.15καὶ Κῦρος εἶπεν· ἤκουσας, Ὑστάσπα, Γωβρύου τὸ ῥῆμα; ναὶ μὰ Δί’, ἔφη· καὶ ἐὰν πολλὰ τοιαῦτά γε λέγῃ, πολὺ μᾶλλόν με τῆς θυγατρὸς μνηστῆρα λήψεται ἐὰν ἐκπώματα πολλά μοι ἐπιδεικνύῃ. 8.4.16 μήν, ἔφη Γωβρύας, πολλά γέ μοί ἐστι τοιαῦτα συγγεγραμμένα, ὧν ἐγώ σοι οὐ φθονήσω, ἢν τὴν θυγατέρα μου γυναῖκα λαμβάνῃς· τὰ δ’ ἐκπώματα, ἔφη, ἐπειδὴ οὐκ ἀνέχεσθαί μοι φαίνει, οὐκ οἶδ’ εἰ Χρυσάντᾳ τουτῳῒ δῶ, ἐπεὶ καὶ τὴν ἕδραν σου ὑφήρπασε. 8.4.17καὶ μὲν δή, ἔφη Κῦρος, Ὑστάσπα, καὶ οἱ ἄλλοι δὲ οἱ παρόντες, ἢν ἐμοὶ λέγητε, ὅταν τις ὑμῶν γαμεῖν ἐπιχειρήσῃ, γνώσεσθε ὁποῖός τις κἀγὼ συνεργὸς ὑμῖν ἔσομαι. 8.4.18καὶ Γωβρύας εἶπεν· ἢν δέ τις ἐκδοῦναι βούληται θυγατέρα, πρὸς τίνα δεῖ λέγειν; πρὸς ἐμέ, ἔφη Κῦρος, καὶ τοῦτο· πάνυ γάρ, ἔφη, δεινός εἰμι ταύτην τὴν τέχνην. 8.4.19ποίαν; ἔφη Χρυσάντας. τὸ γνῶναι ὁποῖος ἂν γάμος ἑκάστῳ συναρμόσειε. καὶ Χρυσάντας ἔφη· λέγε δὴ πρὸς τῶν θεῶν ποίαν τινά μοι γυναῖκα οἴει συναρμόσειν κάλλιστα. 8.4.20πρῶτον μέν, ἔφη, μικράν· μικρὸς γὰρ καὶ αὐτὸς εἶ· εἰ δὲ μεγάλην γαμεῖς, ἤν ποτε βούλῃ αὐτὴν ὀρθὴν φιλῆσαι, προσάλλεσθαί σε δεήσει ὥσπερ τὰ κυνάρια. τοῦτο μὲν δή, ἔφη, ὀρθῶς προνοεῖς· καὶ γὰρ οὐδ’ ὁπωστιοῦν ἁλτικός εἰμι.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.14 Xen. Cyr. 8.4.17 (English) >>Xen. Cyr. 8.4.23

Powered by PhiloLogic