Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.12 Xen. Cyr. 8.4.16 (English) >>Xen. Cyr. 8.4.22

8.4.14ἔγωγε. λέγε δή. ὅτι τότε μὲν ἑώρων τοὺς πόνους καὶ τοὺς κινδύνους εὐθύμως αὐτοὺς φέροντας, νῦν δὲ ὁρῶ αὐτοὺς τἀγαθὰ σωφρόνως φέροντας. δοκεῖ δέ μοι, Κῦρε, χαλεπώτερον εἶναι εὑρεῖν ἄνδρα τἀγαθὰ καλῶς φέροντα τὰ κακά· τὰ μὲν γὰρ ὕβριν τοῖς πολλοῖς, τὰ δὲ σωφροσύνην τοῖς πᾶσιν ἐμποιεῖ. 8.4.15καὶ Κῦρος εἶπεν· ἤκουσας, Ὑστάσπα, Γωβρύου τὸ ῥῆμα; ναὶ μὰ Δί’, ἔφη· καὶ ἐὰν πολλὰ τοιαῦτά γε λέγῃ, πολὺ μᾶλλόν με τῆς θυγατρὸς μνηστῆρα λήψεται ἐὰν ἐκπώματα πολλά μοι ἐπιδεικνύῃ. 8.4.16 μήν, ἔφη Γωβρύας, πολλά γέ μοί ἐστι τοιαῦτα συγγεγραμμένα, ὧν ἐγώ σοι οὐ φθονήσω, ἢν τὴν θυγατέρα μου γυναῖκα λαμβάνῃς· τὰ δ’ ἐκπώματα, ἔφη, ἐπειδὴ οὐκ ἀνέχεσθαί μοι φαίνει, οὐκ οἶδ’ εἰ Χρυσάντᾳ τουτῳῒ δῶ, ἐπεὶ καὶ τὴν ἕδραν σου ὑφήρπασε. 8.4.17καὶ μὲν δή, ἔφη Κῦρος, Ὑστάσπα, καὶ οἱ ἄλλοι δὲ οἱ παρόντες, ἢν ἐμοὶ λέγητε, ὅταν τις ὑμῶν γαμεῖν ἐπιχειρήσῃ, γνώσεσθε ὁποῖός τις κἀγὼ συνεργὸς ὑμῖν ἔσομαι. 8.4.18καὶ Γωβρύας εἶπεν· ἢν δέ τις ἐκδοῦναι βούληται θυγατέρα, πρὸς τίνα δεῖ λέγειν; πρὸς ἐμέ, ἔφη Κῦρος, καὶ τοῦτο· πάνυ γάρ, ἔφη, δεινός εἰμι ταύτην τὴν τέχνην. 8.4.19ποίαν; ἔφη Χρυσάντας. τὸ γνῶναι ὁποῖος ἂν γάμος ἑκάστῳ συναρμόσειε. καὶ Χρυσάντας ἔφη· λέγε δὴ πρὸς τῶν θεῶν ποίαν τινά μοι γυναῖκα οἴει συναρμόσειν κάλλιστα.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.12 Xen. Cyr. 8.4.16 (English) >>Xen. Cyr. 8.4.22

Powered by PhiloLogic