Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.12 Xen. Cyr. 8.4.15 (English) >>Xen. Cyr. 8.4.20

8.4.13προϊόντος δὲ τοῦ συμποσίου Κῦρος τὸν Γωβρύαν ἐπήρετο· εἰπέ μοι, ἔφη, Γωβρύα, νῦν ἂν δοκεῖς ἥδιον τῶνδέ τῳ τὴν θυγατέρα δοῦναι ὅτε τὸ πρῶτον ἡμῖν συνεγένου; οὐκοῦν, ἔφη Γωβρύας, κἀγὼ τἀληθῆ λέγω; νὴ Δί’, ἔφη Κῦρος, ὡς ψεύδους γε οὐδεμία ἐρώτησις δεῖται. εὖ τοίνυν, ἔφη, ἴσθι ὅτι νῦν ἂν πολὺ ἥδιον. καὶ ἔχοις ἄν, ἔφη Κῦρος, εἰπεῖν διότι; 8.4.14ἔγωγε. λέγε δή. ὅτι τότε μὲν ἑώρων τοὺς πόνους καὶ τοὺς κινδύνους εὐθύμως αὐτοὺς φέροντας, νῦν δὲ ὁρῶ αὐτοὺς τἀγαθὰ σωφρόνως φέροντας. δοκεῖ δέ μοι, Κῦρε, χαλεπώτερον εἶναι εὑρεῖν ἄνδρα τἀγαθὰ καλῶς φέροντα τὰ κακά· τὰ μὲν γὰρ ὕβριν τοῖς πολλοῖς, τὰ δὲ σωφροσύνην τοῖς πᾶσιν ἐμποιεῖ. 8.4.15καὶ Κῦρος εἶπεν· ἤκουσας, Ὑστάσπα, Γωβρύου τὸ ῥῆμα; ναὶ μὰ Δί’, ἔφη· καὶ ἐὰν πολλὰ τοιαῦτά γε λέγῃ, πολὺ μᾶλλόν με τῆς θυγατρὸς μνηστῆρα λήψεται ἐὰν ἐκπώματα πολλά μοι ἐπιδεικνύῃ. 8.4.16 μήν, ἔφη Γωβρύας, πολλά γέ μοί ἐστι τοιαῦτα συγγεγραμμένα, ὧν ἐγώ σοι οὐ φθονήσω, ἢν τὴν θυγατέρα μου γυναῖκα λαμβάνῃς· τὰ δ’ ἐκπώματα, ἔφη, ἐπειδὴ οὐκ ἀνέχεσθαί μοι φαίνει, οὐκ οἶδ’ εἰ Χρυσάντᾳ τουτῳῒ δῶ, ἐπεὶ καὶ τὴν ἕδραν σου ὑφήρπασε.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.12 Xen. Cyr. 8.4.15 (English) >>Xen. Cyr. 8.4.20

Powered by PhiloLogic