Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.6 Xen. Cyr. 8.4.10 (English) >>Xen. Cyr. 8.4.13

8.4.9ἐκ τούτου δὴ ἐπεὶ ὑπέπινον, ἤρετο Ὑστάσπας τὸν Κῦρον· ἆρ’ ἄν, ἔφη, Κῦρε, ἀχθεσθείης μοι, εἴ σε ἐροίμην βούλομαί σου πυθέσθαι; ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, τοὐναντίον τούτου ἀχθοίμην ἄν σοι, εἰ αἰσθοίμην σιωπῶντα βούλοιο ἐρέσθαι. λέγε δή μοι, ἔφη, ἤδη πώποτε καλέσαντός σου οὐκ ἦλθον; εὐφήμει, ἔφη Κῦρος. ἀλλ’ ὑπακούων σχολῇ ὑπήκουσα; οὐδὲ τοῦτο. προσταχθὲν δέ τι ἤδη σοι οὐκ ἔπραξα; οὐκ αἰτιῶμαι, ἔφη. δὲ πράττοιμι, ἔστιν τι πώποτε οὐ προθύμως οὐχ ἡδομένως πράττοντά με κατέγνως; τοῦτο δὴ πάντων ἥκιστα, ἔφη Κῦρος. 8.4.10τίνος μὴν ἕνεκα, ἔφη, πρὸς τῶν θεῶν, Κῦρε, Χρυσάνταν ἔγραψας ὥστε εἰς τὴν τιμιωτέραν ἐμοῦ χώραν ἱδρυθῆναι; λέγω; ἔφη Κῦρος. πάντως, ἔφη Ὑστάσπας. καὶ σὺ αὖ οὐκ ἀχθέσῃ μοι ἀκούων τἀληθῆ; 8.4.11ἡσθήσομαι μὲν οὖν, ἔφη, ἢν εἰδῶ ὅτι οὐκ ἀδικοῦμαι. Χρυσάντας τοίνυν, ἔφη, οὑτοσὶ πρῶτον μὲν οὐ κλῆσιν ἀνέμενεν, ἀλλὰ πρὶν καλεῖσθαι παρῆν τῶν ἡμετέρων ἕνεκα· ἔπειτα δὲ οὐ τὸ κελευόμενον μόνον, ἀλλὰ καὶ τι αὐτὸς γνοίη ἄμεινον εἶναι πεπραγμένον ἡμῖν τοῦτο ἔπραττεν. ὁπότε δὲ εἰπεῖν τι δέοι εἰς τοὺς συμμάχους, μὲν ἐμὲ ᾤετο πρέπειν λέγειν ἐμοὶ συνεβούλευεν· δὲ ἐμὲ αἴσθοιτο βουλόμενον μὲν εἰδέναι τοὺς συμμάχους, αὐτὸν δέ με αἰσχυνόμενον περὶ ἐμαυτοῦ λέγειν, ταῦτα οὗτος λέγων ὡς ἑαυτοῦ γνώμην ἀπεφαίνετο· ὥστ’ ἔν γε τούτοις τί κωλύει αὐτὸν καὶ ἐμοῦ ἐμοὶ κρείττονα εἶναι; καὶ ἑαυτῷ μὲν ἀεί φησι πάντα τὰ παρόντα ἀρκεῖν, ἐμοὶ δὲ ἀεὶ φανερός ἐστι σκοπῶν τί ἂν προσγενόμενον ὀνήσειεν, ἐπί τε τοῖς ἐμοῖς καλοῖς πολὺ μᾶλλον ἐμοῦ ἀγάλλεται καὶ ἥδεται.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.4.6 Xen. Cyr. 8.4.10 (English) >>Xen. Cyr. 8.4.13

Powered by PhiloLogic