Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.3 Xen. Cyr. 8.4 (English) >>Xen. Cyr. 8.5

ch. 4 8.4.1θύσας δὲ καὶ Κῦρος νικητήρια ἑστιῶν ἐκάλεσε τῶν φίλων οἳ μάλιστ’ αὐτὸν αὔξειν τε βουλόμενοι φανεροὶ ἦσαν καὶ τιμῶντες εὐνοϊκώτατα. συνεκάλεσε δὲ αὐτοῖς καὶ Ἀρτάβαζον τὸν Μῆδον καὶ Τιγράνην τὸν Ἀρμένιον καὶ τὸν Ὑρκάνιον ἵππαρχον καὶ Γωβρύαν. 8.4.2Γαδάτας δὲ τῶν σκηπτούχων ἦρχεν αὐτῷ, καὶ ἐκεῖνος διεκόσμησεν πᾶσα ἔνδον δίαιτα καθειστήκει· καὶ ὁπότε μὲν συνδειπνοῖέν τινες, οὐδ’ ἐκάθιζε Γαδάτας, ἀλλ’ ἐπεμελεῖτο· ὁπότε δὲ αὐτοὶ εἶεν, καὶ συνεδείπνει· ἥδετο γὰρ αὐτῷ συνών· ἀντὶ δὲ τούτων πολλοῖς καὶ μεγάλοις ἐτιμᾶτο ὑπὸ τοῦ Κύρου, διὰ δὲ Κῦρον καὶ ὑπ’ ἄλλων. 8.4.3ὡς δ’ ἦλθον οἱ κληθέντες ἐπὶ τὸ δεῖπνον, οὐχ ὅπου ἔτυχεν ἕκαστον ἐκάθιζεν, ἀλλ’ ὃν μὲν μάλιστα ἐτίμα, παρὰ τὴν ἀριστερὰν χεῖρα, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης τῆς δεξιᾶς, τὸν δὲ δεύτερον παρὰ τὴν δεξιάν, τὸν δὲ τρίτον πάλιν παρὰ τὴν ἀριστεράν, τὸν δὲ τέταρτον παρὰ τὴν δεξιάν· καὶ ἢν πλέονες ὦσιν, ὡσαύτως. 8.4.4σαφηνίζεσθαι δὲ ὡς ἕκαστον ἐτίμα <διὰ> τοῦτο ἐδόκει αὐτῷ ἀγαθὸν εἶναι, ὅτι ὅπου μὲν οἴονται ἅνθρωποι τὸν κρατιστεύοντα μήτε κηρυχθήσεσθαι μήτε ἆθλα λήψεσθαι, δῆλοί εἰσιν ἐνταῦθα οὐ φιλονίκως πρὸς ἀλλήλους ἔχοντες· ὅπου δὲ μάλιστα πλεονεκτῶν κράτιστος φαίνεται, ἐνταῦθα προθυμότατα φανεροί εἰσιν ἀγωνιζόμενοι πάντες. 8.4.5καὶ Κῦρος δὲ οὕτως ἐσαφήνιζε μὲν τοὺς κρατιστεύοντας παρ’ ἑαυτῷ, εὐθὺς ἀρξάμενος ἐξ ἕδρας καὶ παραστάσεως. οὐ μέντοι ἀθάνατον τὴν ταχθεῖσαν ἕδραν κατεστήσατο, ἀλλὰ νόμιμον ἐποιήσατο καὶ ἀγαθοῖς ἔργοις προβῆναι εἰς τὴν τιμιωτέραν ἕδραν, καὶ εἴ τις ῥᾳδιουργοίη, ἀναχωρῆσαι εἰς τὴν ἀτιμοτέραν. τὸν δὲ πρωτεύοντα ἐν ἕδρᾳ ᾐσχύνετο μὴ οὐ πλεῖστα καὶ ἀγαθὰ ἔχοντα παρ’ αὐτοῦ φαίνεσθαι. καὶ ταῦτα δὲ ἐπὶ Κύρου γενόμενα οὕτως ἔτι καὶ νῦν διαμένοντα αἰσθανόμεθα.

8.4.6ἐπεὶ δὲ ἐδείπνουν, ἐδόκει τῷ Γωβρύᾳ τὸ μὲν πολλὰ ἕκαστα εἶναι οὐδέν τι θαυμαστὸν παρ’ ἀνδρὶ πολλῶν ἄρχοντι· τὸ δὲ τὸν Κῦρον οὕτω μεγάλα πράττοντα, εἴ τι ἡδὺ δόξειε λαβεῖν, μηδὲν τούτων μόνον καταδαπανᾶν, ἀλλ’ ἔργον ἔχειν αὐτὸν ἐδόμενον τούτου κοινωνεῖν τοὺς παρόντας, πολλάκις δὲ καὶ τῶν ἀπόντων φίλων ἔστιν οἷς ἑώρα πέμποντα ταῦτα αὐτὸν οἷς ἡσθεὶς τύχοι· 8.4.7ὥστε ἐπεὶ ἐδεδειπνήκεσαν καὶ πάντα τὰ <λοιπὰ> πολλὰ ὄντα διεπεπόμφει Κῦρος ἀπὸ τῆς τραπέζης, εἶπεν ἄρα Γωβρύας· ἀλλ’, ἐγώ, Κῦρε, πρόσθεν μὲν ἡγούμην τούτῳ σε πλεῖστον διαφέρειν ἀνθρώπων τῷ στρατηγικώτατον εἶναι· νῦν δὲ θεοὺς ὄμνυμι μὴν ἐμοὶ δοκεῖν πλέον σε διαφέρειν φιλανθρωπίᾳ στρατηγίᾳ. 8.4.8νὴ Δί’, ἔφη Κῦρος· καὶ μὲν δὴ καὶ ἐπιδείκνυμαι τὰ ἔργα πολὺ ἥδιον φιλανθρωπίας στρατηγίας. πῶς δή; ἔφη Γωβρύας. ὅτι, ἔφη, τὰ μὲν κακῶς ποιοῦντα ἀνθρώπους δεῖ ἐπιδείκνυσθαι, τὰ δὲ εὖ. 8.4.9ἐκ τούτου δὴ ἐπεὶ ὑπέπινον, ἤρετο Ὑστάσπας τὸν Κῦρον· ἆρ’ ἄν, ἔφη, Κῦρε, ἀχθεσθείης μοι, εἴ σε ἐροίμην βούλομαί σου πυθέσθαι; ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, τοὐναντίον τούτου ἀχθοίμην ἄν σοι, εἰ αἰσθοίμην σιωπῶντα βούλοιο ἐρέσθαι. λέγε δή μοι, ἔφη, ἤδη πώποτε καλέσαντός σου οὐκ ἦλθον; εὐφήμει, ἔφη Κῦρος. ἀλλ’ ὑπακούων σχολῇ ὑπήκουσα; οὐδὲ τοῦτο. προσταχθὲν δέ τι ἤδη σοι οὐκ ἔπραξα; οὐκ αἰτιῶμαι, ἔφη. δὲ πράττοιμι, ἔστιν τι πώποτε οὐ προθύμως οὐχ ἡδομένως πράττοντά με κατέγνως; τοῦτο δὴ πάντων ἥκιστα, ἔφη Κῦρος. 8.4.10τίνος μὴν ἕνεκα, ἔφη, πρὸς τῶν θεῶν, Κῦρε, Χρυσάνταν ἔγραψας ὥστε εἰς τὴν τιμιωτέραν ἐμοῦ χώραν ἱδρυθῆναι; λέγω; ἔφη Κῦρος. πάντως, ἔφη Ὑστάσπας. καὶ σὺ αὖ οὐκ ἀχθέσῃ μοι ἀκούων τἀληθῆ; 8.4.11ἡσθήσομαι μὲν οὖν, ἔφη, ἢν εἰδῶ ὅτι οὐκ ἀδικοῦμαι. Χρυσάντας τοίνυν, ἔφη, οὑτοσὶ πρῶτον μὲν οὐ κλῆσιν ἀνέμενεν, ἀλλὰ πρὶν καλεῖσθαι παρῆν τῶν ἡμετέρων ἕνεκα· ἔπειτα δὲ οὐ τὸ κελευόμενον μόνον, ἀλλὰ καὶ τι αὐτὸς γνοίη ἄμεινον εἶναι πεπραγμένον ἡμῖν τοῦτο ἔπραττεν. ὁπότε δὲ εἰπεῖν τι δέοι εἰς τοὺς συμμάχους, μὲν ἐμὲ ᾤετο πρέπειν λέγειν ἐμοὶ συνεβούλευεν· δὲ ἐμὲ αἴσθοιτο βουλόμενον μὲν εἰδέναι τοὺς συμμάχους, αὐτὸν δέ με αἰσχυνόμενον περὶ ἐμαυτοῦ λέγειν, ταῦτα οὗτος λέγων ὡς ἑαυτοῦ γνώμην ἀπεφαίνετο· ὥστ’ ἔν γε τούτοις τί κωλύει αὐτὸν καὶ ἐμοῦ ἐμοὶ κρείττονα εἶναι; καὶ ἑαυτῷ μὲν ἀεί φησι πάντα τὰ παρόντα ἀρκεῖν, ἐμοὶ δὲ ἀεὶ φανερός ἐστι σκοπῶν τί ἂν προσγενόμενον ὀνήσειεν, ἐπί τε τοῖς ἐμοῖς καλοῖς πολὺ μᾶλλον ἐμοῦ ἀγάλλεται καὶ ἥδεται. 8.4.12πρὸς ταῦτα Ὑστάσπας εἶπε· νὴ τὴν Ἥραν, Κῦρε, ἥδομαί γε ταῦτά σε ἐρωτήσας. τί μάλιστα; ἔφη Κῦρος. ὅτι κἀγὼ πειράσομαι ταῦτα ποιεῖν· ἓν μόνον, ἔφη, ἀγνοῶ, πῶς ἂν εἴην δῆλος χαίρων ἐπὶ τοῖς σοῖς ἀγαθοῖς· πότερον κροτεῖν δεῖ τὼ χεῖρε γελᾶν τί ποιεῖν. καὶ Ἀρτάβαζος εἶπεν· ὀρχεῖσθαι δεῖ τὸ Περσικόν. ἐπὶ τούτοις μὲν δὴ γέλως ἐγένετο.

8.4.13προϊόντος δὲ τοῦ συμποσίου Κῦρος τὸν Γωβρύαν ἐπήρετο· εἰπέ μοι, ἔφη, Γωβρύα, νῦν ἂν δοκεῖς ἥδιον τῶνδέ τῳ τὴν θυγατέρα δοῦναι ὅτε τὸ πρῶτον ἡμῖν συνεγένου; οὐκοῦν, ἔφη Γωβρύας, κἀγὼ τἀληθῆ λέγω; νὴ Δί’, ἔφη Κῦρος, ὡς ψεύδους γε οὐδεμία ἐρώτησις δεῖται. εὖ τοίνυν, ἔφη, ἴσθι ὅτι νῦν ἂν πολὺ ἥδιον. καὶ ἔχοις ἄν, ἔφη Κῦρος, εἰπεῖν διότι; 8.4.14ἔγωγε. λέγε δή. ὅτι τότε μὲν ἑώρων τοὺς πόνους καὶ τοὺς κινδύνους εὐθύμως αὐτοὺς φέροντας, νῦν δὲ ὁρῶ αὐτοὺς τἀγαθὰ σωφρόνως φέροντας. δοκεῖ δέ μοι, Κῦρε, χαλεπώτερον εἶναι εὑρεῖν ἄνδρα τἀγαθὰ καλῶς φέροντα τὰ κακά· τὰ μὲν γὰρ ὕβριν τοῖς πολλοῖς, τὰ δὲ σωφροσύνην τοῖς πᾶσιν ἐμποιεῖ. 8.4.15καὶ Κῦρος εἶπεν· ἤκουσας, Ὑστάσπα, Γωβρύου τὸ ῥῆμα; ναὶ μὰ Δί’, ἔφη· καὶ ἐὰν πολλὰ τοιαῦτά γε λέγῃ, πολὺ μᾶλλόν με τῆς θυγατρὸς μνηστῆρα λήψεται ἐὰν ἐκπώματα πολλά μοι ἐπιδεικνύῃ. 8.4.16 μήν, ἔφη Γωβρύας, πολλά γέ μοί ἐστι τοιαῦτα συγγεγραμμένα, ὧν ἐγώ σοι οὐ φθονήσω, ἢν τὴν θυγατέρα μου γυναῖκα λαμβάνῃς· τὰ δ’ ἐκπώματα, ἔφη, ἐπειδὴ οὐκ ἀνέχεσθαί μοι φαίνει, οὐκ οἶδ’ εἰ Χρυσάντᾳ τουτῳῒ δῶ, ἐπεὶ καὶ τὴν ἕδραν σου ὑφήρπασε. 8.4.17καὶ μὲν δή, ἔφη Κῦρος, Ὑστάσπα, καὶ οἱ ἄλλοι δὲ οἱ παρόντες, ἢν ἐμοὶ λέγητε, ὅταν τις ὑμῶν γαμεῖν ἐπιχειρήσῃ, γνώσεσθε ὁποῖός τις κἀγὼ συνεργὸς ὑμῖν ἔσομαι. 8.4.18καὶ Γωβρύας εἶπεν· ἢν δέ τις ἐκδοῦναι βούληται θυγατέρα, πρὸς τίνα δεῖ λέγειν; πρὸς ἐμέ, ἔφη Κῦρος, καὶ τοῦτο· πάνυ γάρ, ἔφη, δεινός εἰμι ταύτην τὴν τέχνην. 8.4.19ποίαν; ἔφη Χρυσάντας. τὸ γνῶναι ὁποῖος ἂν γάμος ἑκάστῳ συναρμόσειε. καὶ Χρυσάντας ἔφη· λέγε δὴ πρὸς τῶν θεῶν ποίαν τινά μοι γυναῖκα οἴει συναρμόσειν κάλλιστα. 8.4.20πρῶτον μέν, ἔφη, μικράν· μικρὸς γὰρ καὶ αὐτὸς εἶ· εἰ δὲ μεγάλην γαμεῖς, ἤν ποτε βούλῃ αὐτὴν ὀρθὴν φιλῆσαι, προσάλλεσθαί σε δεήσει ὥσπερ τὰ κυνάρια. τοῦτο μὲν δή, ἔφη, ὀρθῶς προνοεῖς· καὶ γὰρ οὐδ’ ὁπωστιοῦν ἁλτικός εἰμι. 8.4.21ἔπειτα δ’, ἔφη, σιμὴ ἄν σοι ἰσχυρῶς συμφέροι. πρὸς τί δὴ αὖ τοῦτο; ὅτι, ἔφη, σὺ γρυπὸς εἶ· πρὸς οὖν τὴν σιμότητα σάφ’ ἴσθι ὅτι γρυπότης ἄριστ’ ἂν προσαρμόσειε. λέγεις σύ, ἔφη, ὡς καὶ τῷ εὖ δεδειπνηκότι ὥσπερ καὶ ἐγὼ νῦν ἄδειπνος ἂν συναρμόττοι. ναὶ μὰ Δί’, ἔφη Κῦρος· τῶν μὲν γὰρ μεστῶν γρυπὴ γαστὴρ γίγνεται, τῶν δὲ ἀδείπνων σιμή. 8.4.22καὶ Χρυσάντας ἔφη· ψυχρῷ δ’ ἄν, πρὸς τῶν θεῶν, βασιλεῖ ἔχοις ἂν εἰπεῖν ποία τις συνοίσει; ἐνταῦθα μὲν δὴ τε Κῦρος ἐξεγέλασε καὶ οἱ ἄλλοι ὁμοίως. 8.4.23γελώντων δὲ ἅμα εἶπεν Ὑστάσπας· πολύ γ’, ἔφη, μάλιστα τούτου σε, Κῦρε, ζηλῶ ἐν τῇ βασιλείᾳ. τίνος; ἔφη Κῦρος. ὅτι δύνασαι καὶ ψυχρὸς ὢν γέλωτα παρέχειν. καὶ Κῦρος εἶπεν· ἔπειτ’ οὐκ ἂν πρίαιό γε παμπόλλου ὥστε σοὶ ταῦτ’ εἰρῆσθαι, καὶ ἀπαγγελθῆναι παρ’ εὐδοκιμεῖν βούλει ὅτι ἀστεῖος εἶ; καὶ ταῦτα μὲν δὴ οὕτω διεσκώπτετο.

8.4.24μετὰ δὲ ταῦτα Τιγράνῃ μὲν ἐξήνεγκε γυναικεῖον κόσμον, καὶ ἐκέλευσε τῇ γυναικὶ δοῦναι, ὅτι ἀνδρείως συνεστρατεύετο τῷ ἀνδρί, Ἀρταβάζῳ δὲ χρυσοῦν ἔκπωμα, τῷ δ’ Ὑρκανίῳ ἵππον καὶ ἄλλα πολλὰ καὶ καλὰ ἐδωρήσατο. σοὶ δέ, ἔφη, Γωβρύα, δώσω ἄνδρα τῇ θυγατρί. 8.4.25οὐκοῦν ἐμέ, ἔφη Ὑστάσπας, δώσεις, ἵνα καὶ τὰ συγγράμματα λάβω. καὶ ἔστι σοι, ἔφη Κῦρος, οὐσία ἀξία τῶν τῆς παιδός; νὴ Δί’, ἔφη, πολλαπλασίων μὲν οὖν χρημάτων. καὶ ποῦ, ἔφη Κῦρος, ἔστι σοι αὕτη οὐσία; ἐνταῦθα, ἔφη, ὅπουπερ καὶ σὺ κάθησαι φίλος ὢν ἐμοί. ἀρκεῖ μοι, ἔφη Γωβρύας· καὶ εὐθὺς ἐκτείνας τὴν δεξιάν, δίδου, ἔφη, Κῦρε· δέχομαι γάρ. 8.4.26καὶ Κῦρος λαβὼν τὴν τοῦ Ὑστάσπου δεξιὰν ἔδωκε τῷ Γωβρύᾳ, δ’ ἐδέξατο. ἐκ δὲ τούτου πολλὰ καὶ καλὰ ἔδωκε δῶρα τῷ Ὑστάσπᾳ, ὅπως τῇ παιδὶ πέμψειε· Χρυσάνταν δ’ ἐφίλησε προσαγαγόμενος. καὶ Ἀρτάβαζος εἶπε· μὰ Δί’, 8.4.27ἔφη, Κῦρε, οὐχ ὁμοίου γε χρυσοῦ ἐμοί τε τὸ ἔκπωμα δέδωκας καὶ Χρυσάντᾳ τὸ δῶρον. ἀλλὰ καὶ σοί, ἔφη, δώσω. ἐπήρετο ἐκεῖνος πότε; εἰς τριακοστόν, ἔφη, ἔτος. ὡς ἀναμενοῦντος, ἔφη, καὶ οὐκ ἀποθανουμένου οὕτω παρασκευάζου. καὶ τότε μὲν δὴ οὕτως ἔληξεν σκηνή· ἐξανισταμένων δ’ αὐτῶν ἐξανέστη καὶ Κῦρος καὶ ξυμπρούπεμψεν αὐτοὺς ἐπὶ τὰς θύρας.

8.4.28τῇ δὲ ὑστεραίᾳ τοὺς ἐθελουσίους συμμάχους γενομένους ἀπέπεμπεν οἴκαδε ἑκάστους, πλὴν ὅσοι αὐτῶν οἰκεῖν ἐβούλοντο παρ’ αὐτῷ· τούτοις δὲ χώραν καὶ οἴκους ἔδωκε, καὶ νῦν ἔτι ἔχουσιν οἱ τῶν καταμεινάντων τότε ἀπόγονοι· πλεῖστοι δ’ εἰσὶ Μήδων καὶ Ὑρκανίων· τοῖς δ’ ἀπιοῦσι δωρησάμενος πολλὰ καὶ ἀμέμπτους ποιησάμενος καὶ ἄρχοντας καὶ στρατιώτας ἀπεπέμψατο. 8.4.29ἐκ τούτου δὲ διέδωκε καὶ τοῖς περὶ αὑτὸν στρατιώταις τὰ χρήματα ὅσα ἐκ Σάρδεων ἔλαβε· καὶ τοῖς μὲν μυριάρχοις καὶ τοῖς περὶ αὑτὸν ὑπηρέταις ἐξαίρετα ἐδίδου πρὸς τὴν ἀξίαν ἑκάστῳ, τὰ δ’ ἄλλα διένειμε· καὶ τὸ μέρος ἑκάστῳ δοὺς τῶν μυριάρχων ἐπέτρεψεν αὐτοῖς διανέμειν ὥσπερ αὐτὸς ἐκείνοις διένειμεν. 8.4.30ἐδίδοσαν δὲ τὰ μὲν ἄλλα χρήματα ἄρχων ἄρχοντας τοὺς ὑφ’ ἑαυτῷ δοκιμάζων· τὰ δὲ τελευταῖα οἱ ἑξάδαρχοι τοὺς ὑφ’ ἑαυτοῖς ἰδιώτας δοκιμάσαντες πρὸς τὴν ἀξίαν ἑκάστῳ ἐδίδοσαν· καὶ οὕτω πάντες εἰλήφεσαν τὸ δίκαιον μέρος. 8.4.31ἐπεὶ δὲ εἰλήφεσαν τὰ τότε δοθέντα, οἱ μέν τινες ἔλεγον περὶ τοῦ Κύρου τοιάδε· που αὐτός γε πολλὰ ἔχει, ὅπου γε καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν· οἱ δέ τινες αὐτῶν ἔλεγον· ποῖα πολλὰ ἔχει; οὐχ Κύρου τρόπος τοιοῦτος οἷος χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον κτώμενος ἥδεται.

8.4.32αἰσθόμενος δὲ Κῦρος τούτους τοὺς λόγους καὶ τὰς δόξας τὰς περὶ αὑτοῦ συνέλεξε τοὺς φίλους τε καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ ἔλεξεν ὧδε.

ἄνδρες φίλοι, ἑώρακα μὲν ἤδη ἀνθρώπους οἳ βούλονται δοκεῖν πλείω κεκτῆσθαι ἔχουσιν, ἐλευθεριώτεροι ἂν οἰόμενοι οὕτω φαίνεσθαι· ἐμοὶ δὲ δοκοῦσιν, ἔφη, οὗτοι τοὔμπαλιν οὗ βούλονται ἐφέλκεσθαι· τὸ γὰρ πολλὰ δοκοῦντα ἔχειν μὴ κατ’ ἀξίαν τῆς οὐσίας φαίνεσθαι ὠφελοῦντα τοὺς φίλους ἀνελευθερίαν ἔμοιγε δοκεῖ περιάπτειν. 8.4.33εἰσὶ δ’ αὖ, ἔφη, οἳ λεληθέναι βούλονται ὅσα ἂν ἔχωσι· πονηροὶ οὖν καὶ οὗτοι τοῖς φίλοις ἔμοιγε δοκοῦσιν εἶναι. διὰ γὰρ τὸ μὴ εἰδέναι τὰ ὄντα πολλάκις δεόμενοι οὐκ ἐπαγγέλλουσιν οἱ φίλοι τοῖς ἑταίροις, ἀλλὰ τητῶνται. 8.4.34ἁπλουστάτου δέ μοι, ἔφη, δοκεῖ εἶναι τὸ τὴν δύναμιν φανερὰν ποιήσαντα ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν, ἔφη, βούλομαι ὑμῖν ὅσα μὲν οἷόν τ’ ἐστὶν ἰδεῖν τῶν ἐμοὶ ὄντων δεῖξαι, ὅσα δὲ μὴ οἷόν τε ἰδεῖν, διηγήσασθαι. 8.4.35ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυε πολλὰ καὶ καλὰ κτήματα· τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδια εἶναι ἰδεῖν διηγεῖτο· 8.4.36τέλος δ’ εἶπεν ὧδε· ταῦτα, ἄνδρες, ἅπαντα δεῖ ὑμᾶς οὐδὲν μᾶλλον ἐμὰ ἡγεῖσθαι καὶ ὑμέτερα· ἐγὼ γάρ, ἔφη, ταῦτα ἁθροίζω οὔθ’ ὅπως αὐτὸς καταδαπανήσω οὔθ’ ὅπως αὐτὸς κατατρίψω· οὐ γὰρ ἂν δυναίμην· ἀλλ’ ὅπως ἔχω τῷ τε ἀεὶ καλόν τι ὑμῶν ποιοῦντι διδόναι καὶ ὅπως, ἤν τις ὑμῶν τινος ἐνδεῖσθαι νομίσῃ, πρὸς ἐμὲ ἐλθὼν λάβῃ οὗ ἂν ἐνδεὴς τυγχάνῃ ὤν. καὶ ταῦτα μὲν δὴ οὕτως ἐλέχθη.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.3 Xen. Cyr. 8.4 (English) >>Xen. Cyr. 8.5

Powered by PhiloLogic