Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.3.26 Xen. Cyr. 8.3.30 (English) >>Xen. Cyr. 8.3.35

8.3.28καὶ μὲν Κῦρος δείκνυσιν αὐτῷ ὅπου ἦσαν πλεῖστοι τῶν φίλων· δὲ καταμύων ἵησι τῇ βώλῳ καὶ παρελαύνοντος Φεραύλα τυγχάνει· ἔτυχε γὰρ Φεραύλας παραγγέλλων τι τακτὸς παρὰ τοῦ Κύρου· βληθεὶς δὲ οὐδὲ μετεστράφη, ἀλλ’ ᾤχετο ἐφ’ ὅπερ ἐτάχθη. 8.3.29ἀναβλέψας δὲ Σάκας ἐρωτᾷ τίνος ἔτυχεν. οὐ μὰ τὸν Δί’, ἔφη, οὐδενὸς τῶν παρόντων. ἀλλ’ οὐ μέντοι, ἔφη νεανίσκος, τῶν γε ἀπόντων. ναὶ μὰ Δί’, ἔφη Κῦρος, σύγε ἐκείνου τοῦ παρὰ τὰ ἅρματα ταχὺ ἐλαύνοντος τὸν ἵππον. καὶ πῶς, ἔφη, οὐδὲ μεταστρέφεται; 8.3.30καὶ Κῦρος ἔφη· μαινόμενος γάρ τίς ἐστιν, ὡς ἔοικεν. ἀκούσας νεανίσκος ᾤχετο σκεψόμενος τίς εἴη· καὶ εὑρίσκει τὸν Φεραύλαν γῆς τε κατάπλεων τὸ γένειον καὶ αἵματος· ἐρρύη γὰρ αὐτῷ ἐκ τῆς ῥινὸς βληθέντι. 8.3.31ἐπεὶ δὲ προσῆλθεν, ἤρετο αὐτὸν εἰ βληθείη. δὲ ἀπεκρίνατο· ὡς ὁρᾷς. δίδωμι τοίνυν σοι, ἔφη, τοῦτον τὸν ἵππον. δ’ ἐπήρετο· ἀντὶ τοῦ; ἐκ τούτου δὴ διηγεῖτο Σάκας τὸ πρᾶγμα, καὶ τέλος εἶπε· καὶ οἶμαί γε οὐχ ἡμαρτηκέναι ἀνδρὸς ἀγαθοῦ. 8.3.32καὶ Φεραύλας εἶπεν· ἀλλὰ πλουσιωτέρῳ μὲν ἄν, εἰ ἐσωφρόνεις, ἐμοὶ ἐδίδους· νῦν δὲ κἀγὼ δέξομαι. ἐπεύχομαι δέ, ἔφη, τοῖς θεοῖς, οἵπερ με ἐποίησαν βληθῆναι ὑπὸ σοῦ, δοῦναί μοι ποιῆσαι μὴ μεταμέλειν σοι τῆς ἐμῆς δωρεᾶς. καὶ νῦν μέν, ἔφη, ἀπέλα, ἀναβὰς ἐπὶ τὸν ἐμὸν ἵππον· αὖθις δ’ ἐγὼ παρέσομαι πρὸς σέ. οἱ μὲν δὴ οὕτω διηλλάξαντο.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.3.26 Xen. Cyr. 8.3.30 (English) >>Xen. Cyr. 8.3.35

Powered by PhiloLogic