Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.3.23 Xen. Cyr. 8.3.28 (English) >>Xen. Cyr. 8.3.34

8.3.26ἔνθα δὴ λέγεται Κῦρος ἐρέσθαι τὸν νεανίσκον εἰ δέξαιτ’ ἂν βασιλείαν ἀντὶ τοῦ ἵππου. τὸν δ’ ἀποκρίνασθαι ὅτι βασιλείαν μὲν οὐκ ἂν δεξαίμην, χάριν δὲ ἀνδρὶ ἀγαθῷ καταθέσθαι δεξαίμην ἄν. 8.3.27καὶ Κῦρος εἶπε· καὶ μὴν ἐγὼ δεῖξαί σοι θέλω ἔνθα κἂν μύων βάλῃς, οὐκ ἂν ἁμάρτοις ἀνδρὸς ἀγαθοῦ. πάντως τοίνυν, Σάκας ἔφη, δεῖξόν μοι· ὡς βαλῶ γε ταύτῃ τῇ βώλῳ, ἔφη ἀνελόμενος. 8.3.28καὶ μὲν Κῦρος δείκνυσιν αὐτῷ ὅπου ἦσαν πλεῖστοι τῶν φίλων· δὲ καταμύων ἵησι τῇ βώλῳ καὶ παρελαύνοντος Φεραύλα τυγχάνει· ἔτυχε γὰρ Φεραύλας παραγγέλλων τι τακτὸς παρὰ τοῦ Κύρου· βληθεὶς δὲ οὐδὲ μετεστράφη, ἀλλ’ ᾤχετο ἐφ’ ὅπερ ἐτάχθη. 8.3.29ἀναβλέψας δὲ Σάκας ἐρωτᾷ τίνος ἔτυχεν. οὐ μὰ τὸν Δί’, ἔφη, οὐδενὸς τῶν παρόντων. ἀλλ’ οὐ μέντοι, ἔφη νεανίσκος, τῶν γε ἀπόντων. ναὶ μὰ Δί’, ἔφη Κῦρος, σύγε ἐκείνου τοῦ παρὰ τὰ ἅρματα ταχὺ ἐλαύνοντος τὸν ἵππον. καὶ πῶς, ἔφη, οὐδὲ μεταστρέφεται; 8.3.30καὶ Κῦρος ἔφη· μαινόμενος γάρ τίς ἐστιν, ὡς ἔοικεν. ἀκούσας νεανίσκος ᾤχετο σκεψόμενος τίς εἴη· καὶ εὑρίσκει τὸν Φεραύλαν γῆς τε κατάπλεων τὸ γένειον καὶ αἵματος· ἐρρύη γὰρ αὐτῷ ἐκ τῆς ῥινὸς βληθέντι. 8.3.31ἐπεὶ δὲ προσῆλθεν, ἤρετο αὐτὸν εἰ βληθείη. δὲ ἀπεκρίνατο· ὡς ὁρᾷς. δίδωμι τοίνυν σοι, ἔφη, τοῦτον τὸν ἵππον. δ’ ἐπήρετο· ἀντὶ τοῦ; ἐκ τούτου δὴ διηγεῖτο Σάκας τὸ πρᾶγμα, καὶ τέλος εἶπε· καὶ οἶμαί γε οὐχ ἡμαρτηκέναι ἀνδρὸς ἀγαθοῦ.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 8.3.23 Xen. Cyr. 8.3.28 (English) >>Xen. Cyr. 8.3.34

Powered by PhiloLogic