Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.5.85 Xen. Cyr. 8.1.1 (English) >>Xen. Cyr. 8.1.5

Κύρου Παιδείας Η

ch. 1 8.1.1Κῦρος μὲν οὖν οὕτως εἶπεν· ἀνέστη δ’ ἐπ’ αὐτῷ Χρυσάντας καὶ εἶπεν ὧδε. ἀλλὰ πολλάκις μὲν δή, ἄνδρες, καὶ ἄλλοτε κατενόησα ὅτι ἄρχων ἀγαθὸς οὐδὲν διαφέρει πατρὸς ἀγαθοῦ· οἵ τε γὰρ πατέρες προνοοῦσι τῶν παίδων ὅπως μήποτε αὐτοὺς τἀγαθὰ ἐπιλείψει, Κῦρός τέ μοι δοκεῖ νῦν συμβουλεύειν ἡμῖν ἀφ’ ὧν μάλιστ’ ἂν εὐδαιμονοῦντες διατελοῖμεν· δέ μοι δοκεῖ ἐνδεέστερον ὡς ἐχρῆν δηλῶσαι, τοῦτο ἐγὼ πειράσομαι τοὺς μὴ εἰδότας διδάξαι. 8.1.2ἐννοήσατε γὰρ δὴ τίς ἂν πόλις πολεμία ὑπὸ μὴ πειθομένων ἁλοίη· τίς δ’ ἂν φιλία ὑπὸ μὴ πειθομένων διαφυλαχθείη· ποῖον δ’ ἂν ἀπειθούντων στράτευμα νίκης τύχοι· πῶς δ’ ἂν μᾶλλον ἐν μάχαις ἡττῷντο ἄνθρωποι ἐπειδὰν ἄρξωνται ἰδίᾳ ἕκαστος περὶ τῆς αὑτοῦ σωτηρίας βουλεύεσθαι· τί δ’ ἂν ἄλλο ἀγαθὸν τελεσθείη ὑπὸ μὴ πειθομένων τοῖς κρείττοσι· ποῖαι δὲ πόλεις νομίμως ἂν οἰκήσειαν ποῖοι οἶκοι σωθείησαν· πῶς δ’ ἂν νῆες ὅποι δεῖ ἀφίκοιντο· 8.1.3ἡμεῖς δὲ νῦν ἀγαθὰ ἔχομεν διὰ τί ἄλλο μᾶλλον κατεπράξαμεν διὰ τὸ πείθεσθαι τῷ ἄρχοντι; διὰ τοῦτο γὰρ καὶ νυκτὸς καὶ ἡμέρας ταχὺ μὲν ὅποι ἔδει παρεγιγνόμεθα, ἁθρόοι δὲ τῷ ἄρχοντι ἑπόμενοι ἀνυπόστατοι ἦμεν, τῶν δ’ ἐπιταχθέντων οὐδὲν ἡμιτελὲς κατελείπομεν. εἰ τοίνυν μέγιστον ἀγαθὸν τὸ πειθαρχεῖν φαίνεται εἰς τὸ καταπράττειν τἀγαθά, οὕτως εὖ ἴστε ὅτι τὸ αὐτὸ τοῦτο καὶ εἰς τὸ διασῴζειν δεῖ μέγιστον ἀγαθόν ἐστι.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.5.85 Xen. Cyr. 8.1.1 (English) >>Xen. Cyr. 8.1.5

Powered by PhiloLogic