Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.5.10 Xen. Cyr. 7.5.15 (English) >>Xen. Cyr. 7.5.21

7.5.13οἱ μὲν δὴ ταῦτ’ ἐποίουν· οἱ δ’ ἐν τῷ τείχει κατεγέλων τῆς πολιορκίας, ὡς ἔχοντες τὰ ἐπιτήδεια πλέον εἴκοσιν ἐτῶν. ἀκούσας δὲ ταῦτα Κῦρος τὸ στράτευμα κατένειμε δώδεκα μέρη, ὡς μῆνα τοῦ ἐνιαυτοῦ ἕκαστον τὸ μέρος φυλάξον. 7.5.14οἱ δὲ αὖ Βαβυλώνιοι ἀκούσαντες ταῦτα πολὺ ἔτι μᾶλλον κατεγέλων, ἐννοούμενοι εἰ σφᾶς Φρύγες καὶ Λυδοὶ καὶ Ἀράβιοι καὶ Καππαδόκαι φυλάξοιεν, οὓς σφίσιν ἐνόμιζον πάντας εὐμενεστέρους εἶναι Πέρσαις.

7.5.15καὶ αἱ μὲν τάφροι ἤδη ὀρωρυγμέναι ἦσαν. δὲ Κῦρος ἐπειδὴ ἑορτὴν τοιαύτην ἐν τῇ Βαβυλῶνι ἤκουσεν εἶναι, ἐν πάντες Βαβυλώνιοι ὅλην τὴν νύκτα πίνουσι καὶ κωμάζουσιν, ἐν ταύτῃ, ἐπειδὴ τάχιστα συνεσκότασε, λαβὼν πολλοὺς ἀνθρώπους ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν. 7.5.16ὡς δὲ τοῦτο ἐγένετο, τὸ ὕδωρ κατὰ τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίγνετο. 7.5.17ὡς δὲ τὸ τοῦ ποταμοῦ οὕτως ἐπορσύνετο, παρηγγύησεν Κῦρος Πέρσαις χιλιάρχοις καὶ πεζῶν καὶ ἱππέων εἰς δύο ἄγοντας τὴν χιλιοστὺν παρεῖναι πρὸς αὐτόν, τοὺς δ’ ἄλλους συμμάχους κατ’ οὐρὰν τούτων ἕπεσθαι ᾗπερ πρόσθεν τεταγμένους. 7.5.18οἱ μὲν δὴ παρῆσαν· δὲ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ τοὺς ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας, ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον εἴη τὸ ἔδαφος τοῦ ποταμοῦ.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.5.10 Xen. Cyr. 7.5.15 (English) >>Xen. Cyr. 7.5.21

Powered by PhiloLogic