Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.3.6 Xen. Cyr. 7.3.11 (English) >>Xen. Cyr. 7.3.15

7.3.10καὶ τἆλλά τοι, Κῦρε, οὕτως ἔχει· ἀλλὰ τί δεῖ σε ὁρᾶν; καὶ ταῦτα, ἔφη, οἶδ’ ὅτι δι’ ἐμὲ οὐχ ἥκιστα ἔπαθεν, ἴσως δὲ καὶ διὰ σέ, Κῦρε, οὐδὲν ἧττον. ἐγώ τε γὰρ μώρα πολλὰ διεκελευόμην αὐτῷ οὕτω ποιεῖν, ὅπως σοι φίλος ἄξιος γενήσοιτο· αὐτός τε οἶδ’ ὅτι οὗτος οὐ τοῦτο ἐνενόει τι πείσοιτο, ἀλλὰ τί ἄν σοι ποιήσας χαρίσαιτο. καὶ γὰρ οὖν, ἔφη, αὐτὸς μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ’ παρακελευομένη ζῶσα παρακάθημαι. 7.3.11καὶ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυσεν, ἔπειτα δὲ ἐφθέγξατο· ἀλλ’ οὗτος μὲν δή, γύναι, ἔχει τὸ κάλλιστον τέλος· νικῶν γὰρ τετελεύτηκε· σὺ δὲ λαβοῦσα τοῖσδε ἐπικόσμει αὐτὸν τοῖς παρ’ ἐμοῦ· παρῆν δὲ Γωβρύας καὶ Γαδάτας πολὺν καὶ καλὸν κόσμον φέροντες· ἔπειτα δ’, ἔφη, ἴσθι ὅτι οὐδὲ τὰ ἄλλα ἄτιμος ἔσται, ἀλλὰ καὶ τὸ μνῆμα πολλοὶ χώσουσιν ἀξίως ἡμῶν καὶ ἐπισφαγήσεται αὐτῷ ὅσα εἰκὸς ἀνδρὶ ἀγαθῷ. 7.3.12καὶ σὺ δ’, ἔφη, οὐκ ἔρημος ἔσῃ, ἀλλ’ ἐγώ σε καὶ σωφροσύνης ἕνεκα καὶ πάσης ἀρετῆς καὶ τἆλλα τιμήσω καὶ συστήσω ὅστις ἀποκομιεῖ σε ὅποι ἂν αὐτὴ ἐθέλῃς· μόνον, ἔφη, δήλωσον πρὸς ἐμὲ πρὸς ὅντινα χρῄζεις κομισθῆναι. 7.3.13καὶ Πάνθεια εἶπεν· ἀλλὰ θάρρει, ἔφη, Κῦρε, οὐ μή σε κρύψω πρὸς ὅντινα βούλομαι ἀφικέσθαι.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.3.6 Xen. Cyr. 7.3.11 (English) >>Xen. Cyr. 7.3.15

Powered by PhiloLogic