Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.40 Xen. Cyr. 7.1.45 (English) >>Xen. Cyr. 7.2.1

7.1.43ἀκούσαντες ταῦτα ἐπήροντο· ἢν δὲ γενώμεθά σοι φίλοι, τί ἡμῖν ἀξιώσεις χρῆσθαι; ἀπεκρίνατο Κῦρος εὖ ποιεῖν καὶ εὖ πάσχειν. ἐπηρώτων πάλιν οἱ Αἰγύπτιοι τίνα εὐεργεσίαν· πρὸς τοῦτο εἶπεν Κῦρος· μισθὸν μὲν ὑμῖν δοίην ἂν πλείονα νῦν ἐλαμβάνετε ὅσον ἂν χρόνον πόλεμος · εἰρήνης δὲ γενομένης τῷ βουλομένῳ ὑμῶν μένειν παρ’ ἐμοὶ χώραν τε δώσω καὶ πόλεις καὶ γυναῖκας καὶ οἰκέτας. 7.1.44ἀκούσαντες ταῦτα οἱ Αἰγύπτιοι τὸ μὲν ἐπὶ Κροῖσον συστρατεύειν ἀφελεῖν σφίσιν ἐδεήθησαν· τούτῳ γὰρ μόνῳ γιγνώσκεσθαι ἔφασαν· τὰ δ’ ἄλλα συνομολογήσαντες ἔδοσαν πίστιν καὶ ἔλαβον. 7.1.45καὶ οἱ Αἰγύπτιοί τε οἱ καταμείναντες τότε ἔτι καὶ νῦν βασιλεῖ πιστοὶ διαμένουσι, Κῦρός τε πόλεις αὐτοῖς ἔδωκε, τὰς μὲν ἄνω, αἳ ἔτι καὶ νῦν πόλεις Αἰγυπτίων καλοῦνται, Λάρισαν δὲ καὶ Κυλλήνην παρὰ Κύμην πλησίον θαλάττης, ἃς ἔτι καὶ νῦν οἱ ἀπ’ ἐκείνων ἔχουσι. ταῦτα δὲ διαπραξάμενος Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο ἐν Θυμβράροις.

7.1.46ἐν δὲ τῇ μάχῃ τῶν πολεμίων Αἰγύπτιοι μόνοι ηὐδοκίμησαν, τῶν δὲ σὺν Κύρῳ τὸ Περσῶν ἱππικὸν κράτιστον ἔδοξεν εἶναι· ὥστ’ ἔτι καὶ νῦν διαμένει ὅπλισις ἣν τότε Κῦρος τοῖς ἱππεῦσι κατεσκεύασεν. 7.1.47ηὐδοκίμησε δὲ ἰσχυρῶς καὶ τὰ δρεπανηφόρα ἅρματα· ὥστε καὶ τοῦτο ἔτι καὶ νῦν διαμένει τὸ πολεμιστήριον τῷ ἀεὶ βασιλεύοντι.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.40 Xen. Cyr. 7.1.45 (English) >>Xen. Cyr. 7.2.1

Powered by PhiloLogic