Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.39 Xen. Cyr. 7.1.43 (English) >>Xen. Cyr. 7.1.47

7.1.41ἀγασθεὶς δὲ Κῦρος αὐτοὺς καὶ οἰκτίρων ὅτι ἀγαθοὶ ἄνδρες ὄντες ἀπώλλυντο, ἀνεχώρισε πάντας τοὺς περιμαχομένους καὶ μάχεσθαι οὐδένα ἔτι εἴα. πέμπει δὲ πρὸς αὐτοὺς κήρυκα ἐρωτῶν πότερα βούλονται ἀπολέσθαι πάντες ὑπὲρ τῶν προδεδωκότων αὐτοὺς σωθῆναι ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι. οἱ δ’ ἀπεκρίναντο· πῶς δ’ ἂν ἡμεῖς σωθείημεν ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι; 7.1.42 δὲ Κῦρος πάλιν ἔλεγεν· ὅτι ἡμεῖς ὑμᾶς ὁρῶμεν μόνους καὶ μένοντας καὶ μάχεσθαι θέλοντας. ἀλλὰ τοὐντεῦθεν, ἔφασαν οἱ Αἰγύπτιοι, τί καλὸν ἂν ποιοῦντες σωθείημεν; καὶ Κῦρος αὖ πρὸς τοῦτο εἶπεν· εἰ τῶν τε συμμαχομένων μηδένα προδόντες σωθείητε τά τε ὅπλα παραδόντες φίλοι τε γενόμενοι τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι. 7.1.43ἀκούσαντες ταῦτα ἐπήροντο· ἢν δὲ γενώμεθά σοι φίλοι, τί ἡμῖν ἀξιώσεις χρῆσθαι; ἀπεκρίνατο Κῦρος εὖ ποιεῖν καὶ εὖ πάσχειν. ἐπηρώτων πάλιν οἱ Αἰγύπτιοι τίνα εὐεργεσίαν· πρὸς τοῦτο εἶπεν Κῦρος· μισθὸν μὲν ὑμῖν δοίην ἂν πλείονα νῦν ἐλαμβάνετε ὅσον ἂν χρόνον πόλεμος · εἰρήνης δὲ γενομένης τῷ βουλομένῳ ὑμῶν μένειν παρ’ ἐμοὶ χώραν τε δώσω καὶ πόλεις καὶ γυναῖκας καὶ οἰκέτας. 7.1.44ἀκούσαντες ταῦτα οἱ Αἰγύπτιοι τὸ μὲν ἐπὶ Κροῖσον συστρατεύειν ἀφελεῖν σφίσιν ἐδεήθησαν· τούτῳ γὰρ μόνῳ γιγνώσκεσθαι ἔφασαν· τὰ δ’ ἄλλα συνομολογήσαντες ἔδοσαν πίστιν καὶ ἔλαβον.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.39 Xen. Cyr. 7.1.43 (English) >>Xen. Cyr. 7.1.47

Powered by PhiloLogic