Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.37 Xen. Cyr. 7.1.42 (English) >>Xen. Cyr. 7.1.46

7.1.40ἐπεὶ δὲ ἀνέβη, κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευγόντων, διωκόντων, κρατούντων, κρατουμένων· μένον δ’ οὐδαμοῦ οὐδὲν ἔτι ἐδύνατο κατιδεῖν πλὴν τὸ τῶν Αἰγυπτίων· οὗτοι δὲ ἐπειδὴ ἠποροῦντο, πάντοθεν κύκλον ποιησάμενοι, ὥστε ὁρᾶσθαι τὰ ὅπλα, ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο· καὶ ἐποίουν μὲν οὐδὲν ἔτι, ἔπασχον δὲ πολλὰ καὶ δεινά.

7.1.41ἀγασθεὶς δὲ Κῦρος αὐτοὺς καὶ οἰκτίρων ὅτι ἀγαθοὶ ἄνδρες ὄντες ἀπώλλυντο, ἀνεχώρισε πάντας τοὺς περιμαχομένους καὶ μάχεσθαι οὐδένα ἔτι εἴα. πέμπει δὲ πρὸς αὐτοὺς κήρυκα ἐρωτῶν πότερα βούλονται ἀπολέσθαι πάντες ὑπὲρ τῶν προδεδωκότων αὐτοὺς σωθῆναι ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι. οἱ δ’ ἀπεκρίναντο· πῶς δ’ ἂν ἡμεῖς σωθείημεν ἄνδρες ἀγαθοὶ δοκοῦντες εἶναι; 7.1.42 δὲ Κῦρος πάλιν ἔλεγεν· ὅτι ἡμεῖς ὑμᾶς ὁρῶμεν μόνους καὶ μένοντας καὶ μάχεσθαι θέλοντας. ἀλλὰ τοὐντεῦθεν, ἔφασαν οἱ Αἰγύπτιοι, τί καλὸν ἂν ποιοῦντες σωθείημεν; καὶ Κῦρος αὖ πρὸς τοῦτο εἶπεν· εἰ τῶν τε συμμαχομένων μηδένα προδόντες σωθείητε τά τε ὅπλα παραδόντες φίλοι τε γενόμενοι τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι. 7.1.43ἀκούσαντες ταῦτα ἐπήροντο· ἢν δὲ γενώμεθά σοι φίλοι, τί ἡμῖν ἀξιώσεις χρῆσθαι; ἀπεκρίνατο Κῦρος εὖ ποιεῖν καὶ εὖ πάσχειν. ἐπηρώτων πάλιν οἱ Αἰγύπτιοι τίνα εὐεργεσίαν· πρὸς τοῦτο εἶπεν Κῦρος· μισθὸν μὲν ὑμῖν δοίην ἂν πλείονα νῦν ἐλαμβάνετε ὅσον ἂν χρόνον πόλεμος · εἰρήνης δὲ γενομένης τῷ βουλομένῳ ὑμῶν μένειν παρ’ ἐμοὶ χώραν τε δώσω καὶ πόλεις καὶ γυναῖκας καὶ οἰκέτας.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.37 Xen. Cyr. 7.1.42 (English) >>Xen. Cyr. 7.1.46

Powered by PhiloLogic