Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.18 Xen. Cyr. 7.1.22 (English) >>Xen. Cyr. 7.1.24

7.1.20καὶ Ὑστάσπας ἐπιγελάσας εἶπεν· ἀλλὰ περὶ μὲν τῶν ἐξ ἐναντίας ἡμῖν μελήσει, τοὺς δ’ ἐκ πλαγίου σὺ ἄλλοις πρόσταξον, ὅπως μηδ’ οὗτοι σχολάζωσι. καὶ Κῦρος εἶπεν· ἀλλ’ ἐπί γε τούτους ἐγὼ αὐτὸς παρέρχομαι· ἀλλ’, Ὑστάσπα, τόδε μέμνησο, ὅτῳ ἂν ἡμῶν θεὸς νίκην διδῷ, ἤν τί που μένῃ πολέμιον, πρὸς τὸ μαχόμενον ἀεὶ συμβάλλωμεν. 7.1.21ταῦτ’ εἰπὼν προῄει. ἐπεὶ δὲ κατὰ τὸ πλευρὸν παριὼν ἐγένετο καὶ κατὰ τὸν ἄρχοντα τῶν ταύτῃ ἁρμάτων, πρὸς τοῦτον ἔλεξεν· ἐγὼ δὲ ἔρχομαι ὑμῖν ἐπικουρήσων· ἀλλ’ ὁπόταν αἴσθησθε ἡμᾶς ἐπιτιθεμένους κατ’ ἄκρον, τότε καὶ ὑμεῖς πειρᾶσθε ἅμα διὰ τῶν πολεμίων ἐλαύνειν· πολὺ γὰρ ἐν ἀσφαλεστέρῳ ἔσεσθε ἔξω γενόμενοι ἔνδον ἀπολαμβανόμενοι. 7.1.22ἐπεὶ δ’ αὖ παριὼν ἐγένετο ὄπισθεν τῶν ἁρμαμαξῶν, Ἀρταγέρσαν μὲν καὶ Φαρνοῦχον ἐκέλευσεν ἔχοντας τήν τε τῶν πεζῶν χιλιοστὺν καὶ τὴν τῶν ἱππέων μένειν αὐτοῦ. ἐπειδὰν δ’, ἔφη, αἰσθάνησθε ἐμοῦ ἐπιτιθεμένου τοῖς κατὰ τὸ δεξιὸν κέρας, τότε καὶ ὑμεῖς τοῖς καθ’ ὑμᾶς ἐπιχειρεῖτε· μαχεῖσθε δ’, ἔφη, πρὸς κέρας, ᾗπερ ἀσθενέστατον στράτευμα γίγνεται, φάλαγγα δ’ ἔχοντες, ὥσπερ ἂν ἰσχυρότατοι εἴητε. καὶ εἰσὶ μέν, ὡς ὁρᾶτε, τῶν πολεμίων ἱππεῖς οἱ ἔσχατοι· πάντως δὲ πρόετε πρὸς αὐτοὺς τὴν τῶν καμήλων τάξιν, καὶ εὖ ἴστε ὅτι καὶ πρὶν μάχεσθαι γελοίους τοὺς πολεμίους θεάσεσθε.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.18 Xen. Cyr. 7.1.22 (English) >>Xen. Cyr. 7.1.24

Powered by PhiloLogic