Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.16 Xen. Cyr. 7.1.20 (English) >>Xen. Cyr. 7.1.23

7.1.18ἀλλ’ ἕως ἔτι σοι σχολή, Ἀβραδάτα, πάντως παρελάσας παρὰ τὰ σαυτοῦ ἅρματα παρακάλει τοὺς σὺν σοὶ εἰς τὴν ἐμβολήν, τῷ μὲν προσώπῳ παραθαρρύνων, ταῖς δ’ ἐλπίσιν ἐπικουφίζων. ὅπως δὲ κράτιστοι φανεῖσθε τῶν ἐπὶ τοῖς ἅρμασι, φιλονικίαν αὐτοῖς ἔμβαλλε· καὶ γάρ, εὖ ἴσθι, ἢν τάδε εὖ γένηται, πάντες ἐροῦσι τὸ λοιπὸν μηδὲν εἶναι κερδαλεώτερον ἀρετῆς. μὲν δὴ Ἀβραδάτας ἀναβὰς παρήλαυνε καὶ ταῦτ’ ἐποίει.

7.1.19 δ’ αὖ Κῦρος παριὼν ὡς ἐγένετο πρὸς τῷ εὐωνύμῳ, ἔνθα Ὑστάσπας τοὺς ἡμίσεις ἔχων ἦν τῶν Περσῶν ἱππέων, ὀνομάσας αὐτὸν εἶπεν· Ὑστάσπα, νῦν (ὁρᾷς;) ἔργον τῆς σῆς ταχυεργίας· νῦν γὰρ ἢν φθάσωμεν τοὺς πολεμίους κατακανόντες, οὐδεὶς ἡμῶν ἀποθανεῖται. 7.1.20καὶ Ὑστάσπας ἐπιγελάσας εἶπεν· ἀλλὰ περὶ μὲν τῶν ἐξ ἐναντίας ἡμῖν μελήσει, τοὺς δ’ ἐκ πλαγίου σὺ ἄλλοις πρόσταξον, ὅπως μηδ’ οὗτοι σχολάζωσι. καὶ Κῦρος εἶπεν· ἀλλ’ ἐπί γε τούτους ἐγὼ αὐτὸς παρέρχομαι· ἀλλ’, Ὑστάσπα, τόδε μέμνησο, ὅτῳ ἂν ἡμῶν θεὸς νίκην διδῷ, ἤν τί που μένῃ πολέμιον, πρὸς τὸ μαχόμενον ἀεὶ συμβάλλωμεν. 7.1.21ταῦτ’ εἰπὼν προῄει. ἐπεὶ δὲ κατὰ τὸ πλευρὸν παριὼν ἐγένετο καὶ κατὰ τὸν ἄρχοντα τῶν ταύτῃ ἁρμάτων, πρὸς τοῦτον ἔλεξεν· ἐγὼ δὲ ἔρχομαι ὑμῖν ἐπικουρήσων· ἀλλ’ ὁπόταν αἴσθησθε ἡμᾶς ἐπιτιθεμένους κατ’ ἄκρον, τότε καὶ ὑμεῖς πειρᾶσθε ἅμα διὰ τῶν πολεμίων ἐλαύνειν· πολὺ γὰρ ἐν ἀσφαλεστέρῳ ἔσεσθε ἔξω γενόμενοι ἔνδον ἀπολαμβανόμενοι.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.16 Xen. Cyr. 7.1.20 (English) >>Xen. Cyr. 7.1.23

Powered by PhiloLogic