Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.8 Xen. Cyr. 7.1.12 (English) >>Xen. Cyr. 7.1.16

7.1.10ταῦτ’ εἰπὼν καὶ ξύνθημα παρεγγυήσας Ζεὺς σωτὴρ καὶ ἡγεμὼν ἐπορεύετο. μεταξὺ δὲ τῶν ἁρμάτων καὶ τῶν θωρακοφόρων διαπορευόμενος ὁπότε προσβλέψειέ τινας τῶν ἐν ταῖς τάξεσι, τότε μὲν εἶπεν ἄν· ἄνδρες, ὡς ἡδὺ ὑμῶν τὰ πρόσωπα θεάσασθαι. τοτὲ δ’ αὖ ἐν ἄλλοις ἂν ἔλεξεν· ἆρα ἐννοεῖτε, ἄνδρες, ὅτι νῦν ἀγών ἐστιν οὐ μόνον περὶ τῆς τήμερον νίκης, ἀλλὰ καὶ περὶ τῆς πρόσθεν ἣν νενικήκατε καὶ περὶ πάσης εὐδαιμονίας; 7.1.11ἐν ἄλλοις δ’ ἂν παριὼν εἶπεν· ἄνδρες, τὸ ἀπὸ τοῦδε οὐδέν ποτε ἔτι θεοὺς αἰτιατέον ἔσται· παραδεδώκασι γὰρ ἡμῖν πολλά τε καὶ ἀγαθὰ κτήσασθαι. 7.1.12ἀλλ’ ἄνδρες ἀγαθοὶ γενώμεθα. κατ’ ἄλλους δ’ αὖ τοιάδε· ἄνδρες, εἰς τίνα ποτ’ ἂν καλλίονα ἔρανον ἀλλήλους παρακαλέσαιμεν εἰς τόνδε; νῦν γὰρ ἔξεστιν ἀγαθοῖς ἀνδράσι γενομένοις πολλὰ κἀγαθὰ ἀλλήλοις εἰσενεγκεῖν. 7.1.13κατ’ ἄλλους δ’ αὖ· ἐπίστασθε μέν, οἶμαι, ἄνδρες, ὅτι νῦν ἆθλα πρόκειται τοῖς νικῶσι μὲν διώκειν, παίειν, κατακαίνειν, ἀγαθὰ ἔχειν, καλὰ ἀκούειν, ἐλευθέροις εἶναι, ἄρχειν· τοῖς δὲ κακοῖς δῆλον ὅτι τἀναντία τούτων. ὅστις οὖν αὑτὸν φιλεῖ, μετ’ ἐμοῦ μαχέσθω· ἐγὼ γὰρ κακὸν οὐδὲν οὐδ’ αἰσχρὸν ἑκὼν εἶναι προσήσομαι. 7.1.14ὁπότε δ’ αὖ γένοιτο κατά τινας τῶν πρόσθεν συμμαχεσαμένων, εἶπεν ἄν· πρὸς δὲ ὑμᾶς, ἄνδρες, τί δεῖ λέγειν; ἐπίστασθε γὰρ οἵαν τε οἱ ἀγαθοὶ ἐν ταῖς μάχαις ἡμέραν ἄγουσι καὶ οἵαν οἱ κακοί.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 7.1.8 Xen. Cyr. 7.1.12 (English) >>Xen. Cyr. 7.1.16

Powered by PhiloLogic