Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 6.3.7 Xen. Cyr. 6.3.11 (English) >>Xen. Cyr. 6.3.14

6.3.10καὶ Κῦρος ταῦτα ἀκούσας, πόσον δέ, ἔφη, ἄπεστιν ἐνθένδε τὸ στράτευμα; οἱ δ’ ἔλεγον· ὡς δύο παρασάγγας. ἐπὶ τούτοις ἤρετο Κύρος· ἡμῶν δ’, ἔφη, λόγος τις ἦν παρ’ αὐτοῖς; ναὶ μὰ Δί’, ἔφασαν, καὶ πολύς γε ὡς ἐγγὺς ἤδη εἶτε προσιόντες. τί οὖν; ἔφη Κῦρος, καὶ ἔχαιρον ἀκούοντες ἰόντας; τοῦτο δὲ ἐπήρετο τῶν παρόντων ἕνεκα. οὐ μὰ Δί’, εἶπον ἐκεῖνοι, οὐ μὲν δὴ ἔχαιρον, ἀλλὰ καὶ μάλα ἠνιῶντο. 6.3.11νῦν δ’, ἔφη Κῦρος, τί ποιοῦσιν; ἐκτάττονται, ἔφασαν· καὶ ἐχθὲς δὲ καὶ τρίτην ἡμέραν τὸ αὐτὸ τοῦτο ἔπραττον. δὲ τάττων, ἔφη Κῦρος, τίς ἐστιν; οἱ δὲ ἔφασαν· αὐτός τε Κροῖσος καὶ σὺν αὐτῷ Ἕλλην τις ἀνήρ, καὶ ἄλλος δέ τις Μῆδος· οὗτος μέντοι ἐλέγετο φυγὰς εἶναι παρ’ ὑμῶν. καὶ Κῦρος εἶπεν· ἀλλ’, Ζεῦ μέγιστε, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι.

6.3.12ἐκ τούτου τοὺς μὲν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν, εἰς δὲ τοὺς παρόντας ὡς λέξων τι ἀνήγετο. ἐν τούτῳ δὲ παρῆν ἄλλος αὖ παρὰ τοῦ σκοπάρχου, λέγων ὅτι ἱππέων τάξις μεγάλη ἐν τῷ πεδίῳ προφαίνοιτο· καὶ ἡμεῖς μέν, ἔφη, εἰκάζομεν ἐλαύνειν αὐτοὺς βουλομένους ἰδεῖν τόδε τὸ στράτευμα. καὶ γὰρ πρὸ τῆς τάξεως ταύτης ἄλλοι ὡς τριάκοντα ἱππεῖς συχνὸν προελαύνουσι, καὶ μέντοι, ἔφη, κατ’ αὐτοὺς ἡμᾶς, ἴσως βουλόμενοι λαβεῖν, ἢν δύνωνται, τὴν σκοπήν· ἡμεῖς δ’ ἐσμὲν μία δεκὰς οἱ ἐπὶ ταύτης τῆς σκοπῆς.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 6.3.7 Xen. Cyr. 6.3.11 (English) >>Xen. Cyr. 6.3.14

Powered by PhiloLogic