Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 6.1.1 Xen. Cyr. 6.1.5 (English) >>Xen. Cyr. 6.1.8

6.1.3καὶ Γαδάτας ἀνατείνας τὰς χεῖρας πρὸς τὸν οὐρανὸν ἀπώμοσεν μὴν μὴ ὑπὸ τοῦ Ὑστάσπου πεισθεὶς ταῦτα γιγνώσκειν· ἀλλ’ οἶδα, ἔφη, ὅτι ἂν ὑμεῖς ἀπέλθητε, ἔρρει τἀμὰ παντελῶς· διὰ ταῦτ’, ἔφη, καὶ τούτῳ ἐγὼ αὐτὸς διελεγόμην, ἐρωτῶν εἰ εἰδείη τί ἐν νῷ ἔχεις ὑπὲρ τῆς διαλύσεως τοῦ στρατεύματος ποιεῖν. 6.1.4καὶ Κῦρος εἶπεν· ἀδίκως ἄρα ἐγὼ Ὑστάσπαν τόνδε καταιτιῶμαι. ἀδίκως μέντοι νὴ Δί’, ἔφη Ὑστάσπας, Κῦρε· ἐγὼ γὰρ ἔλεγον τῷ Γαδάτᾳ τῷδε τοσοῦτον μόνον ὡς οὐχ οἷόν τέ σοι εἴη στρατεύεσθαι, λέγων ὅτι πατήρ σε μεταπέμποιτο. καὶ Κῦρος, τί λέγεις; 6.1.5ἔφη· καὶ σὺ τοῦτο ἐτόλμησας ἐξενεγκεῖν, εἴτ’ ἐγὼ ἐβουλόμην εἴτε μή; ναὶ μὰ Δί’, ἔφη· ὁρῶ γάρ σε ὑπερεπιθυμοῦντα ἐν Πέρσαις περίβλεπτον περιελθεῖν καὶ τῷ πατρὶ ἐπιδείξασθαι ἕκαστα διεπράξω. δὲ Κῦρος ἔφη· σὺ δ’ οὐκ ἐπιθυμεῖς οἴκαδε ἀπελθεῖν; οὐ μὰ Δί’, ἔφη, Ὑστάσπας, οὐδ’ ἄπειμί γε, ἀλλὰ μένων στρατηγήσω, ἔστ’ ἂν ποιήσω Γαδάταν τουτονὶ τοῦ Ἀσσυρίου δεσπότην.

6.1.6οἱ μὲν δὴ τοιαῦτ’ ἔπαιζον σπουδῇ πρὸς ἀλλήλους. ἐν δὲ τούτῳ Κυαξάρης σεμνῶς κεκοσμημένος ἐξῆλθε καὶ ἐπὶ θρόνου Μηδικοῦ ἐκαθέζετο. ὡς δὲ πάντες συνῆλθον οὓς ἔδει καὶ σιωπὴ ἐγένετο, Κυαξάρης ἔλεξεν ὧδε. ἄνδρες σύμμαχοι, ἴσως, ἐπειδὴ παρὼν τυγχάνω καὶ πρεσβύτερός εἰμι Κύρου, εἰκὸς ἄρχειν με λόγου. νῦν οὖν δοκεῖ μοι εἶναι καιρὸς περὶ τούτου πρῶτον διαλέγεσθαι πότερον στρατεύεσθαι ἔτι καιρὸς δοκεῖ εἶναι διαλύειν ἤδη τὴν στρατιάν·



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 6.1.1 Xen. Cyr. 6.1.5 (English) >>Xen. Cyr. 6.1.8

Powered by PhiloLogic