Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.43 Xen. Cyr. 5.4.48 (English) >>Xen. Cyr. 5.5.2

5.4.45οὐχ ἂν τάχιστα ἀπέλθοιεν, παριέναι δὲ ἀνάγκη ἐστὶν ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειρμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπὶ πολύ· ταῦτα δὲ πάντα δεῖ προκεκαλύφθαι τοῖς ὁπλοφόροις καὶ μηδαμῇ τοῖς πολεμίοις γυμνὰ ὅπλων τὰ σκευοφόρα φαίνεσθαι. 5.4.46ἀνάγκη οὖν οὕτω πορευομένων ἐπὶ λεπτὸν καὶ ἀσθενὲς τὸ μάχιμον τετάχθαι· εἰ οὖν βούλοιντο ἁθρόοι ἐκ τοῦ τείχους προσπεσεῖν πῃ, ὅπῃ προσμείξειαν, πολὺ ἂν ἐρρωμενέστεροι συμμιγνύοιεν τῶν παριόντων· 5.4.47καὶ τοῖς μὲν ἐπὶ μακρὸν πορευομένοις μακραὶ καὶ αἱ ἐπιβοήθειαι, τοῖς δ’ ἐκ τοῦ τείχους βραχὺ πρὸς τὸ ἐγγὺς καὶ προσδραμεῖν καὶ πάλιν ἀπελθεῖν. 5.4.48ἢν δὲ μὴ μεῖον ἀπέχοντες παρίωμεν ἐφ’ ὅσον καὶ νῦν ἐκτεταμένοι πορευόμεθα, τὸ μὲν πλῆθος κατόψονται ἡμῶν· ὑπὸ δὲ τῶν παρυφασμένων ὅπλων πᾶς ὄχλος δεινὸς φαίνεται. 5.4.49ἂν δ’ οὖν τῷ ὄντι ἐπεξίωσί πῃ, ἐκ πολλοῦ προορῶντες αὐτοὺς οὐκ ἂν ἀπαράσκευοι λαμβανοίμεθα. μᾶλλον δέ, ἄνδρες, ἔφη, οὐδ’ ἐπιχειρήσουσιν, ὁπόταν πρόσω δέῃ ἀπὸ τοῦ τείχους ἀπιέναι, ἂν μὴ τῷ ὅλῳ ὑπολάβωσι τοῦ παντὸς κρείττους εἶναι· 5.4.50φοβερὰ γὰρ ἀποχώρησις. ἐπεὶ δὲ ταῦτ’ εἶπεν, ἔδοξέ τε ὀρθῶς τοῖς παροῦσι λέγειν καὶ ἦγεν Γωβρύας ὥσπερ ἐκέλευσε. παραμειβομένου δὲ τὴν πόλιν τοῦ στρατεύματος αἰεὶ τὸ ὑπολειπόμενον ἰσχυρότερον ποιούμενος ἀπεχώρει.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.43 Xen. Cyr. 5.4.48 (English) >>Xen. Cyr. 5.5.2

Powered by PhiloLogic