Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.40 Xen. Cyr. 5.4.45 (English) >>Xen. Cyr. 5.4.51

5.4.43καὶ Κῦρος πρὸς ταῦτα εἶπε· δοκεῖς μοι, Γωβρύα, θαυμάζειν ὅτι ἐν μὲν χρόνῳ πολὺ μείονα ἔχων στρατιὰν ἦλθον, πρὸς αὐτὸ τὸ τεῖχος προσῆγον· νῦν δ’ ἐπεὶ πλείονα δύναμιν ἔχω, οὐκ ἐθέλω ὑπ’ αὐτὰ τὰ τείχη ἄγειν. 5.4.44ἀλλὰ μὴ θαύμαζε· οὐ γὰρ τὸ αὐτό ἐστι προσάγειν τε καὶ παράγειν. προσάγουσι μὲν γὰρ πάντες οὕτω ταξάμενοι ὡς ἂν ἄριστοι εἶεν μάχεσθαι καὶ ἀπάγουσι δὲ οἱ σώφρονες ἂν ἀσφαλέστατα, 5.4.45οὐχ ἂν τάχιστα ἀπέλθοιεν, παριέναι δὲ ἀνάγκη ἐστὶν ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειρμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπὶ πολύ· ταῦτα δὲ πάντα δεῖ προκεκαλύφθαι τοῖς ὁπλοφόροις καὶ μηδαμῇ τοῖς πολεμίοις γυμνὰ ὅπλων τὰ σκευοφόρα φαίνεσθαι. 5.4.46ἀνάγκη οὖν οὕτω πορευομένων ἐπὶ λεπτὸν καὶ ἀσθενὲς τὸ μάχιμον τετάχθαι· εἰ οὖν βούλοιντο ἁθρόοι ἐκ τοῦ τείχους προσπεσεῖν πῃ, ὅπῃ προσμείξειαν, πολὺ ἂν ἐρρωμενέστεροι συμμιγνύοιεν τῶν παριόντων· 5.4.47καὶ τοῖς μὲν ἐπὶ μακρὸν πορευομένοις μακραὶ καὶ αἱ ἐπιβοήθειαι, τοῖς δ’ ἐκ τοῦ τείχους βραχὺ πρὸς τὸ ἐγγὺς καὶ προσδραμεῖν καὶ πάλιν ἀπελθεῖν. 5.4.48ἢν δὲ μὴ μεῖον ἀπέχοντες παρίωμεν ἐφ’ ὅσον καὶ νῦν ἐκτεταμένοι πορευόμεθα, τὸ μὲν πλῆθος κατόψονται ἡμῶν· ὑπὸ δὲ τῶν παρυφασμένων ὅπλων πᾶς ὄχλος δεινὸς φαίνεται.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.40 Xen. Cyr. 5.4.45 (English) >>Xen. Cyr. 5.4.51

Powered by PhiloLogic