Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.38 Xen. Cyr. 5.4.42 (English) >>Xen. Cyr. 5.4.46

5.4.40καὶ τὸν μὲν Γαδάταν εὐθὺς Κῦρος ἐν τοῖς περὶ αὑτὸν ᾔει ἔχων καὶ ὁδῶν φραστῆρα καὶ ὑδάτων καὶ χιλοῦ καὶ σίτου, ὡς εἴη ἐν τοῖς ἀφθονωτάτοις στρατοπεδεύεσθαι.

5.4.41ἐπεὶ δὲ πορευόμενος καθεώρα τὴν τῶν Βαβυλωνίων πόλιν καὶ ἔδοξεν αὐτῷ ὁδὸς ἣν ᾔει παρ’ αὐτὸ τὸ τεῖχος φέρειν, καλέσας τὸν Γωβρύαν καὶ τὸν Γαδάταν ἠρώτα εἰ εἴη ἄλλη ὁδός, ὥστε μὴ πάνυ ἐγγὺς τοῦ τείχους ἄγειν. 5.4.42καὶ Γωβρύας εἶπεν· εἰσὶ μέν, δέσποτα, καὶ πολλαὶ ὁδοί· ἀλλ’ ἔγωγ’, ἔφη, ᾠόμην καὶ βούλεσθαι ἄν σε νῦν ὅτι ἐγγυτάτω τῆς πόλεως ἄγειν, ἵνα καὶ ἐπιδείξαις αὐτῷ ὅτι τὸ στράτευμά σου ἤδη πολύ τέ ἐστι καὶ καλόν· ἐπειδὴ καὶ ὅτε ἔλαττον εἶχες προσῆλθές τε πρὸς αὐτὸ τὸ τεῖχος καὶ ἐθεᾶτο ἡμᾶς οὐ πολλοὺς ὄντας· νῦν δὲ εἰ καὶ παρεσκευασμένος τί ἐστιν, ὥσπερ πρὸς σὲ εἶπεν ὅτι παρασκευάζοιτο ὡς μαχούμενός σοι, οἶδ’ ὅτι ἰδόντι αὐτῷ τὴν σὴν δύναμιν πάλιν ἀπαρασκευαστότατα τὰ αὑτοῦ φανεῖται.

5.4.43καὶ Κῦρος πρὸς ταῦτα εἶπε· δοκεῖς μοι, Γωβρύα, θαυμάζειν ὅτι ἐν μὲν χρόνῳ πολὺ μείονα ἔχων στρατιὰν ἦλθον, πρὸς αὐτὸ τὸ τεῖχος προσῆγον· νῦν δ’ ἐπεὶ πλείονα δύναμιν ἔχω, οὐκ ἐθέλω ὑπ’ αὐτὰ τὰ τείχη ἄγειν.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.38 Xen. Cyr. 5.4.42 (English) >>Xen. Cyr. 5.4.46

Powered by PhiloLogic