Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.29 Xen. Cyr. 5.4.34 (English) >>Xen. Cyr. 5.4.37

5.4.32καὶ Κῦρος ἀκούσας τοῦ μὲν πάθους ᾤκτιρεν αὐτόν, ἔλεξε δὲ ὧδε. ἀλλὰ τοὺς μὲν ἵππους δέχομαι, ἔφη· σέ τε γὰρ ὠφελήσω εὐνουστέροις δοὺς αὐτοὺς οἳ νῦν σοι εἶχον, ὡς ἔοικεν, ἐγώ τε οὗ δὴ πάλαι ἐπιθυμῶ, τὸ Περσῶν ἱππικὸν θᾶττον ἐκπληρώσω εἰς τοὺς μυρίους ἱππέας· τὰ δ’ ἄλλα χρήματα σὺ ἀπαγαγὼν φύλαττε, ἔστ’ ἂν ἐμὲ ἴδῃς ἔχοντα ὥστε σοῦ μὴ ἡττᾶσθαι ἀντιδωρούμενον· εἰ δὲ πλείω μοι δοὺς ἀπίοις λαμβάνοις παρ’ ἐμοῦ, μὰ τοὺς θεοὺς οὐκ οἶδ’ ὅπως ἂν δυναίμην μὴ αἰσχύνεσθαι. 5.4.33πρὸς ταῦτα Γαδάτας εἶπεν· ἀλλὰ ταῦτα μέν, ἔφη, πιστεύω σοι· ὁρῶ γάρ σου τὸν τρόπον· φυλάττειν μέντοι ὅρα εἰ ἐπιτήδειός εἰμι. 5.4.34ἕως μὲν γὰρ φίλοι ἦμεν τῷ Ἀσσυρίῳ, καλλίστη ἐδόκει εἶναι τοῦ ἐμοῦ πατρὸς κτῆσις· τῆς γὰρ μεγίστης πόλεως Βαβυλῶνος ἐγγὺς οὖσα ὅσα μὲν ὠφελεῖσθαι ἔστιν ἀπὸ μεγάλης πόλεως, ταῦτα ἀπελαύομεν, ὅσα δὲ ἐνοχλεῖσθαι, οἴκαδε δεῦρ’ ἀπιόντες τούτων ἐκποδὼν ἦμεν· νῦν δ’ ἐπεὶ ἐχθροί ἐσμεν, δῆλον ὅτι ἐπειδὰν σὺ ἀπέλθῃς, καὶ αὐτοὶ ἐπιβουλευσόμεθα καὶ οἶκος ὅλος, καὶ οἶμαι λυπηρῶς βιωσόμεθα ὅλως τοὺς ἐχθροὺς καὶ πλησίον ἔχοντες καὶ κρείττους ἡμῶν αὐτῶν ὁρῶντες. 5.4.35τάχ’ οὖν εἴποι τις ἄν· καὶ τί δῆτα οὐχ οὕτως ἐνενοοῦ πρὶν ἀποστῆναι; ὅτι, Κῦρε, ψυχή μου διὰ τὸ ὑβρίσθαι καὶ ὀργίζεσθαι οὐ τὸ ἀσφαλέστατον σκοποῦσα διῆγεν, ἀλλ’ αἰεὶ τοῦτο κυοῦσ’, ἆρά ποτ’ ἔσται ἀποτείσασθαι τὸν καὶ θεοῖς ἐχθρὸν καὶ ἀνθρώποις, ὃς διατελεῖ μισῶν, οὐκ ἤν τίς τι αὐτὸν ἀδικῇ, ἀλλ’ ἐάν τινα ὑποπτεύσῃ βελτίονα αὑτοῦ εἶναι.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.29 Xen. Cyr. 5.4.34 (English) >>Xen. Cyr. 5.4.37

Powered by PhiloLogic