Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.26 Xen. Cyr. 5.4.30 (English) >>Xen. Cyr. 5.4.33

5.4.28ταῦτα μὲν δὴ διεπέπρακτο περὶ τῶν ἐργατῶν Κῦρος· τὰς μέντοι νομὰς τῶν κτηνῶν τοὺς μὲν ἑαυτοῦ φίλους ἐκέλευσε καταθέσθαι, εἰ βούλοιντο, ἐν τῇ ἑαυτῶν ἐπικρατείᾳ· τὴν δὲ τῶν πολεμίων λείαν ἦγον ὁπόθεν δύναιντο, ὅπως εἴη στρατεία ἡδίων τοῖς συμμάχοις. οἱ μὲν γὰρ κίνδυνοι οἱ αὐτοὶ καὶ ἄνευ τοῦ λαμβάνειν τὰ ἐπιτήδεια, δ’ ἐκ τῶν πολεμίων τροφὴ κουφοτέραν τὴν στρατείαν ἐδόκει παρέχειν.

5.4.29ἐπεὶ δὲ παρεσκευάζετο ἤδη Κῦρος ὡς ἀπιών, παρῆν Γαδάτας ἄλλα τε δῶρα πολλὰ καὶ παντοῖα φέρων καὶ ἄγων ὡς ἂν ἐξ οἴκου μεγάλου, καὶ ἵππους δὲ ἦγε πολλοὺς ἀφελόμενος τῶν ἑαυτοῦ ἱππέων οἷς ἠπιστήκει διὰ τὴν ἐπιβουλήν. 5.4.30ὡς δ’ ἐπλησίασεν, ἔλεξε τοιάδε. Κῦρε, νῦν μέν σοι ἐγὼ ταῦτα δίδωμι ἐν τῷ παρόντι, καὶ χρῶ αὐτοῖς, ἐὰν δέῃ τι· νόμιζε δ’, ἔφη, καὶ τἆλλα πάντα τἀμὰ σὰ εἶναι. οὔτε γὰρ ἔστιν οὔτ’ ἔσται ποτὲ ὅτῳ ἐγὼ ἀπ’ ἐμοῦ φύντι καταλείψω τὸν ἐμὸν οἶκον· ἀλλ’ ἀνάγκη, ἔφη, σὺν ἐμοὶ τελευτῶντι πᾶν ἀποσβῆναι τὸ ἡμέτερον γένος καὶ ὄνομα. 5.4.31καὶ ταῦτα, ἔφη, Κῦρε, ὄμνυμί σοι θεούς, οἳ καὶ ὁρῶσι πάντα καὶ ἀκούουσι πάντα, οὔτε ἄδικον οὔτε αἰσχρὸν οὐδὲν οὔτε εἰπὼν οὔτε ποιήσας ἔπαθον. καὶ ἅμα ταῦτα λέγων κατεδάκρυσε τὴν ἑαυτοῦ τύχην καὶ οὐκέτι ἐδυνήθη πλείω εἰπεῖν.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.26 Xen. Cyr. 5.4.30 (English) >>Xen. Cyr. 5.4.33

Powered by PhiloLogic