Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.21 Xen. Cyr. 5.4.25 (English) >>Xen. Cyr. 5.4.28

5.4.23οἱ μὲν δὴ ταῦτ’ ἔπραξαν· δὲ Κῦρος ἐπεὶ ἐξήγαγε τὸ στράτευμα, κατέστησεν εἰς τάξιν τὸν ᾑρημένον ὑπὸ τῶν Καδουσίων καὶ ἐκέλευσε πλησίον αὑτοῦ ἄγειν τὴν τάξιν, ὅπως, ἔφη, ἂν δυνώμεθα, ἀναθαρρύνωμεν τοὺς ἄνδρας. οὕτω δὴ ἐπορεύοντο· καὶ ἐλθόντες ἔθαπτον μὲν τοὺς Καδουσίους, ἐδῄουν δὲ τὴν χώραν. ποιήσαντες δὲ ταῦτα ἀπῆλθον τὰ ἐπιτήδεια ἐκ τῆς πολεμίας ἔχοντες πάλιν εἰς τὴν Γαδάτα.

5.4.24ἐννοήσας δὲ ὅτι οἱ πρὸς αὐτὸν ἀφεστηκότες ὄντες πλησίον Βαβυλῶνος κακῶς πείσονται, ἂν μὴ αὐτὸς αἰεὶ παρῇ, οὕτως ὅσους τε τῶν πολεμίων ἀφίει, τούτους ἐκέλευε λέγειν τῷ Ἀσσυρίῳ, καὶ αὐτὸς κήρυκα ἔπεμψε πρὸς αὐτὸν ταὐτὰ λέγοντα, ὅτι ἕτοιμος εἴη τοὺς ἐργαζομένους τὴν γῆν ἐᾶν καὶ μὴ ἀδικεῖν, εἰ καὶ ἐκεῖνος βούλοιτο ἐᾶν ἐργάζεσθαι τοὺς τῶν πρὸς αὑτὸν ἀφεστηκότων ἐργάτας. 5.4.25καίτοι, ἔφη, σὺ μὲν ἂν καὶ δύνῃ κωλύειν, ὀλίγους τινὰς κωλύσεις· ὀλίγη γάρ ἐστι χώρα τῶν πρὸς ἐμὲ ἀφεστηκότων· ἐγὼ δὲ πολλὴν ἄν σοι χώραν ἐῴην ἐνεργὸν εἶναι. εἰς δὲ τὴν τοῦ καρποῦ κομιδήν, ἐὰν μὲν πόλεμος , ἐπικρατῶν οἶμαι καρπώσεται· ἐὰν δὲ εἰρήνη, δῆλον, ἔφη, ὅτι σύ. ἐὰν μέντοι τις τῶν ἐμῶν ὅπλα ἀνταίρηται σοὶ τῶν σῶν ἐμοί, τούτους, ἔφη, ὡς ἂν δυνώμεθα ἑκάτεροι ἀμυνούμεθα.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.21 Xen. Cyr. 5.4.25 (English) >>Xen. Cyr. 5.4.28

Powered by PhiloLogic