Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.18 Xen. Cyr. 5.4.21 (English) >>Xen. Cyr. 5.4.24

5.4.20καὶ οὐ τοῦτο, ἔφη, λέγω ὡς οὐ δεῖ ποτε καὶ ἐλάττονι ἔτι μορίῳ ἰέναι, ὅπου ἂν δέῃ, νῦν Καδούσιος ᾤχετο· ἀλλ’ ἐάν τις κοινούμενος ὁρμᾶται τῷ ἱκανῷ βοηθῆσαι, ἔστι μὲν ἀπαρτηθῆναι, ἔστι δὲ τῷ ὑπομένοντι ἐξαπατήσαντι τοὺς πολεμίους ἄλλοσε τρέψαι ἀπὸ τῶν ἐξεληλυθότων, ἔστι δὲ ἄλλα παρέχοντα πράγματα τοῖς πολεμίοις τοῖς φίλοις ἀσφάλειαν παρέχειν· καὶ οὕτω μὲν οὐδ’ χωρὶς ὢν ἀπέσται, ἀλλ’ ἐξαρτήσεται τῆς ἰσχύος· δὲ ἀπεληλυθὼς μὴ ἀνακοινωσάμενος, ὅπου ἂν , οὐδὲν διάφορον πάσχει εἰ μόνος ἐστρατεύετο. 5.4.21ἀλλ’ ἀντὶ μὲν τούτου, ἔφη, ἐὰν θεὸς θέλῃ, ἀμυνούμεθα τοὺς πολεμίους οὐκ εἰς μακράν. ἀλλ’ ἐπειδὰν τάχιστα ἀριστήσητε, ἄξω ὑμᾶς ἔνθα τὸ πρᾶγμα ἐγένετο· καὶ ἅμα μὲν θάψομεν τοὺς τελευτήσαντας, ἅμα δὲ δείξομεν τοῖς πολεμίοις ἔνθα κρατῆσαι νομίζουσιν ἐνταῦθα ἄλλους αὐτῶν κρείττους, ἢν θεὸς θέλῃ· ἐὰν δὲ μὴ ἀντεπεξίωσι, καύσομεν αὐτῶν τὰς κώμας καὶ δῃώσομεν τὴν χώραν, ἵνα μὴ ἡμᾶς ἐποίησαν ὁρῶντες εὐφραίνωνται, ἀλλὰ τὰ ἑαυτῶν κακὰ θεώμενοι ἀνιῶνται, καὶ ὅπως γε μηδὲ τὸ χωρίον ἡδέως ὁρῶσιν ἔνθα κατέκανον ἡμῶν τοὺς συμμάχους. 5.4.22οἱ μὲν οὖν ἄλλοι, ἔφη, ἀριστᾶτε ἰόντες· ὑμεῖς δέ, Καδούσιοι, πρῶτον μὲν ἀπελθόντες ἄρχοντα ὑμῶν αὐτῶν ἕλεσθε ᾗπερ ὑμῖν νόμος, ὅστις ὑμῶν ἐπιμελήσεται σὺν τοῖς θεοῖς καὶ σὺν ἡμῖν, ἄν τι προσδέησθε· ἐπειδὰν δὲ ἕλησθε, πέμψατε πρὸς ἐμὲ τὸν αἱρεθέντα καὶ ἀριστήσατε.


Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.4.18 Xen. Cyr. 5.4.21 (English) >>Xen. Cyr. 5.4.24

Powered by PhiloLogic