Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.3.3 Xen. Cyr. 5.3.7 (English) >>Xen. Cyr. 5.3.12

5.3.5ἐκ τούτου δὴ ᾔει πρὸς Βαβυλῶνα παραταξάμενος ὥσπερ ὅτε μάχη ἦν. ὡς δ’ οὐκ ἀντεξῇσαν οἱ Ἀσσύριοι, ἐκέλευσεν Κῦρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν ὅτι εἰ βούλεται βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, κἂν αὐτὸς σὺν ἐκείνῳ μάχοιτο· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ὅτι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι. 5.3.6 μὲν δὴ Γωβρύας προσελάσας ἔνθα ἀσφαλὲς ἦν ταῦτα εἶπεν, δ’ αὐτῷ ἐξέπεμψεν ἀποκρινούμενον τοιάδε· δεσπότης σὸς λέγει, Γωβρύα, οὐχ ὅτι ἀπέκτεινά σου τὸν υἱὸν μεταμέλει μοι, ἀλλ’ ὅτι οὐ καὶ σὲ προσαπέκτεινα. μάχεσθαι δὲ ἐὰν βούλησθε, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ’ οὔπω ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα. 5.3.7 δὲ Γωβρύας εἶπεν· ἀλλὰ μήποτέ σοι λήξειεν αὕτη μεταμέλεια· δῆλον γὰρ ὅτι ἀνιῶ σέ τι, ἐξ οὗ αὕτη σε μεταμέλεια ἔχει.

5.3.8 μὲν δὴ Γωβρύας ἀπήγγειλε τὰ τοῦ Ἀσσυρίου· δὲ Κῦρος ἀκούσας ταῦτα ἀπήγαγε τὸ στράτευμα· καὶ καλέσας τὸν Γωβρύαν εἰπέ μοι, ἔφη, οὐκ ἔλεγες μέντοι σὺ ὅτι τὸν ἐκτμηθέντα ὑπὸ τοῦ Ἀσσυρίου οἴει ἂν σὺν ἡμῖν γενέσθαι; εὖ μὲν οὖν, ἔφη, δοκῶ εἰδέναι· πολλὰ γὰρ δὴ ἔγωγε κἀκεῖνος ἐπαρρησιασάμεθα πρὸς ἀλλήλους. 5.3.9ὁπότε τοίνυν σοι δοκεῖ καλῶς ἔχειν, πρόσιθι πρὸς αὐτόν· καὶ πρῶτον μὲν οὕτω ποίει ὅπως ἂν αὐτοὶ τι ἂν λέγῃ εἰδῆτε· ἐπειδὰν δὲ συγγένῃ αὐτῷ, ἐὰν γνῷς αὐτὸν φίλον βουλόμενον εἶναι, τοῦτο δεῖ μηχανᾶσθαι ὅπως λάθῃ φίλος ὢν ἡμῖν· οὔτε γὰρ ἂν φίλους τις ποιήσειεν ἄλλως πως πλείω ἀγαθὰ ἐν πολέμῳ πολέμιος δοκῶν εἶναι οὔτ’ ἂν ἐχθροὺς πλείω τις βλάψειεν ἄλλως πως φίλος δοκῶν εἶναι.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.3.3 Xen. Cyr. 5.3.7 (English) >>Xen. Cyr. 5.3.12

Powered by PhiloLogic