Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.26 Xen. Cyr. 5.2.29 (English) >>Xen. Cyr. 5.2.32

5.2.28νὴ Δί’, ἔφη Γωβρύας, καὶ εἰς ἄλλους γε πολλούς· ἀλλὰ τοὺς μὲν ἀσθενοῦντας οἷα ὑβρίζει τί δεῖ λέγειν; ἑνὸς δὲ ἀνδρὸς πολὺ δυνατωτέρου ἐγὼ υἱόν, καὶ ἐκείνου ἑταῖρον ὄντα ὥσπερ τὸν ἐμόν, συμπίνοντα παρ’ ἑαυτῷ συλλαβὼν ἐξέτεμεν, ὡς μέν τινες ἔφασαν, ὅτι παλλακὴ αὐτοῦ ἐπῄνεσεν αὐτὸν ὡς καλὸς εἴη καὶ ἐμακάρισε τὴν μέλλουσαν αὐτῷ γυναῖκα ἔσεσθαι· ὡς δ’ αὐτὸς νῦν λέγει, ὅτι ἐπείρασεν αὐτοῦ τὴν παλλακίδα. καὶ νῦν οὗτος εὐνοῦχος μέν ἐστι, τὴν δ’ ἀρχὴν ἔχει, ἐπεὶ πατὴρ αὐτοῦ ἐτελεύτησεν. 5.2.29οὐκοῦν, ἔφη, οἴει ἂν καὶ τοῦτον ἡδέως ἡμᾶς ἰδεῖν, εἰ οἴοιτο αὑτῷ βοηθοὺς ἂν γενέσθαι; εὖ μὲν οὖν, ἔφη, οἶδα, Γωβρύας· ἀλλ’ ἰδεῖν τοι αὐτὸν χαλεπόν ἐστιν, Κῦρε. πῶς; ἔφη Κῦρος. ὅτι εἰ μέλλει τις ἐκείνῳ συμμείξειν, παρ’ αὐτὴν τὴν Βαβυλῶνα δεῖ παριέναι. 5.2.30τί οὖν, ἔφη, τοῦτο χαλεπόν; ὅτι νὴ Δί’, ἔφη Γωβρύας, οἶδα ἐξελθοῦσαν <ἂν> δύναμιν ἐξ αὐτῆς πολλαπλασίαν ἧς σὺ ἔχεις νῦν· εὖ δ’ ἴσθι ὅτι καὶ δι’ αὐτὸ τοῦτο ἧττόν σοι νῦν τὸ πρότερον Ἀσσύριοι καὶ τὰ ὅπλα ἀποφέρουσι καὶ τοὺς ἵππους ἀπάγουσιν, ὅτι τοῖς ἰδοῦσιν αὐτῶν ὀλίγη ἔδοξεν εἶναι σὴ δύναμις· καὶ λόγος οὗτος πολὺς ἤδη ἔσπαρται· δοκεῖ δέ μοι, ἔφη, βέλτιον εἶναι φυλαττομένους πορεύεσθαι.



Xenophon, Cyropaedia (XML Header) [genre: prose] [word count] [Xen. Cyr.].
<<Xen. Cyr. 5.2.26 Xen. Cyr. 5.2.29 (English) >>Xen. Cyr. 5.2.32

Powered by PhiloLogic